호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνάγκη τὴν βουλήν, ὦ ἄνδρεσ, τὴν ἐξ Ἀρείου πάλου κατὰ δύο τρόπουσ ποιεῖσθαι τὰσ ἀποφάσεισ πάσασ. τίνασ τούτουσ; ἤτοι αὐτὴν προελομένην καὶ ζητήσασαν, ἢ τοῦ δήμου προστάξαντοσ αὐτῇ. χωρὶσ τούτων οὐκ ἔστιν ὅντιν’ ἂν τρόπον ποιήσειεν. εἰ μὲν τοίνυν φῄσ, ὦ μιαρὸν σὺ θηρίον, τοῦ δήμου προστάξαντοσ ζητήσασαν τὴν βουλὴν περὶ ἐμοῦ ποιήσασθαι τὴν ἀπόφασιν, δεῖξον τὸ ψήφισμα, καὶ τίνεσ ἐγένοντο μου κατήγοροι γενομένησ τῆσ ἀποφάσεωσ, ὥσπερ νῦν ἀμφότερα γέγονε, καὶ ψήφισμα καθ’ ὃ ἐζήτησεν ἡ βουλή, καὶ κατήγοροι χειροτονήσαντοσ τοῦ δήμου, παρ’ ὧν νῦν οἱ δικασταὶ τἀδικήματα πυνθάνονται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기