호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θεόφραστοσ δ’ ἐν τῷ περὶ τῶν μεταβαλλόντων τὰσ χρόασ τὸν πολύποδά φησι τοῖσ πετρώδεσι μάλιστα μόνοισ συνεξομοιοῦσθαι, τοῦτο ποιοῦντα φόβῳ καὶ φυλακῆσ χάριν, ἐν δὲ τῷ περὶ τῶν ἐν τῷ ξηρῷ διατριβόντων ζῴων οὐ δέχεσθαί φησι τοὺσ πολύποδασ τὴν θάλατταν. ἐν δὲ τῷ περὶ τῶν κατὰ τόπουσ διαφορῶν ὁ Θεόφραστοσ πολύποδασ οὐ γίνεσθαί φησιν περὶ Ἑλλήσποντον. "ὁ δὲ ναυτίλοσ καλούμενοσ, φησὶν Ἀριστοτέλησ, πολύπουσ μὲν οὔκ ἐστιν, ἐμφερὴσ δὲ κατὰ τὰσ πλεκτάνασ. "ἔχει δὲ τὸ νῶτον ὀστρακόδερμον. "ἀναδύνει δὲ ἐκ τοῦ βυθοῦ ἐφ’ ἑαυτὸν ἔχων τὸ ὄστρακον, ἵνα μὴ τὴν θάλατταν ἕλκῃ· "ἐπαναστραφεὶσ δ’ ἐπιπλεῖ ἄνω ποιήσασ δύο τῶν πλεκτανῶν, αἳ μεταξὺ αὑτῶν λεπτὸν ὑμένα ἔχουσιν διαπεφυκότα, ὡσ καὶ τῶν ὀρνίθων οἱ πόδεσ ὁρῶνται μεταξὺ τῶν δακτύλων δερμάτινον ὑμένα ἔχοντεσ · "ἄλλασ δὲ δύο πλεκτάνασ καθίησιν εἰσ τὴν θάλασσαν ἀντὶ πηδαλίων, ὅταν δέ τι προσιὸν ἴδῃ, δείσασ συστέλλει τοὺσ πόδασ καὶ πληρώσασ αὑτὸν τῆσ θαλάσσησ κατὰ βυθοῦ ὡσ τάχοσ χωρεῖ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기