호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γύναι τί εἶπας·? στρέψον ἀνταυγεῖς κόρας. αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη. τουτὶ τί ἔστιν· ἀφασία τίς τοί μ ἔχει. ὦ θεοὶ τίν ὄψιν εἰσορῶ· τίς εἶ γύναι· σὺ δ εἶ τίς· αὑτὸς γὰρ σὲ κἄμ ἔχει λόγος. Ἑλληνὶς εἶ τις ἢ πιχωρία γυνή· Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν. Ἑλένῃ ς ὁμοίαν δὴ μάλιστ εἶδον γύναι. ἐγὼ δὲ Μενελάῳ ς ὅσα γ ἐκ τῶν ἰφύων. ἔγνως ἄρ ὀρθῶς ἄνδρα δυστυχέστατον. ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάρας λαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας. φέρε σὲ κύσω. ἄπαγέ μ ἄπαγ ἄπαγέ με λαβὼν ταχὺ πάνυ. κλαύσετ ἄρα νὴ τὼ θεὼ ὅστις ς ἀπάξει τυπτόμενος τῇ λαμπάδι. σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ, τὴν Τυνδάρειον παῖδ, ἐπὶ Σπάρτην ἄγειν· οἴμ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς καὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαι ᾐγυπτιάζετ. ἀλλ ὅδε μὲν δώσει δίκην. προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης. τουτὶ πονηρόν: ἀλλ ὑπαποκινητέον. ἐγὼ δ ὁ κακοδαίμων τί δρῶ· μέν ἥσυχος. οὐ γὰρ προδώσω ς οὐδέποτ, ἤνπερ ἐμπνέω, ἢν μὴ προλίπως αἱ μυρίαι με μηχαναί. αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν. ὅδ ἔσθ ὁ πανοῦργος ὃν ἔλεγ ἡμῖν Κλεισθένης· οὗτος τί κύπτεις· δῆσον αὐτὸν εἰσάγων ὦ τοξότ ἐν τῇ σανίδι, κἄπειτ ἐνθαδὶ στήσας φύλαττε καὶ προσιέναι μηδένα ἐά πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγ ἔχων παῖ ἢν προσίῃ τις. νὴ Δί ὡς νῦν δή γ ἀνὴρ ὀλίγου μ ἀφείλετ αὐτὸν ἱστιορράφος. ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ, χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ. τί σοι χαρίσωμαι· γυμνὸν ἀποδύσαντά με κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην, ἵνα μὴ ν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν. ἔχοντα ταῦτ ἔδοξε τῇ βουλῇ σε δεῖν, ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν. ἰαππαπαιάξ: ὦ κροκώθ οἷ εἴργασαι: κοὐκ ἔστ ἔτ ἐλπὶς οὐδεμία σωτηρίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기