- 텍스트

Aristophanes, Thesmophoriazusae, Episode

(아리스토파네스, Thesmophoriazusae, Episode)

φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου:? ὅτι μὲν φίλος εἴμ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις: γυναικομανῶ γὰρ προξενῶ θ ὑμῶν ἀεί. καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα ὀλίγῳ τι πρότερον κατ ἀγορὰν λαλούμενον, ἥκω φράσων τοῦτ ἀγγελῶν θ ὑμῖν, ἵνα σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα. τί δ ἔστιν ὦ παῖ· παῖδα γάρ ς εἰκὸς καλεῖν, ἑώς ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς. Εὐριπίδην φάς ἄνδρα κηδεστήν τινα αὑτοῦ γέροντα δεῦρ ἀναπέμψαι τήμερον. πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν· ἵν ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν, ἐκεῖνος εἰή τῶν λόγων κατάσκοπος. καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ· ἀφηῦσεν αὐτὸν κἀπέτιλ Εὐριπίδης καὶ τἄλλ ἅπανθ ὥσπερ γυναῖκ ἐσκεύασεν. πείθεσθε τούτῳ ταῦτα· τίς δ οὕτως ἀνὴρ ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο· οὐκ οἰόμαι γωγ ὦ πολυτιμήτω θεώ. ληρεῖς: ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν, εἰ μὴ πεπύσμην ταῦτα τῶν σάφ εἰδότων. τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται. ἀλλ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν, ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος. καὶ σὺ ξυνέξευρ αὐτόν, ὡς ἂν τὴν χάριν ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε. φέρ ἴδω: τίς ἡ πρώτη σύ· ποῖ τις τρέψεται· ζητητέαι γάρ ἐστε. κακοδαίμων ἐγώ. ἔμ ἥτις <εἴμ> ἤρου· Κλεωνύμου γυνή. γιγνώσκεθ ὑμεῖς ἥτις ἔσθ ἥδ ἡ γυνή· γιγνώσκομεν δῆτ. ἀλλὰ τὰς ἄλλας ἄθρει. ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον ἔχουσα· τίτθη νὴ Δί ἐμή. διοίχομαι. αὕτη σὺ ποῖ στρέφει· μέν αὐτοῦ. τί τὸ κακόν· ἐάσον οὐρῆσαί μ. ἀναίσχυντός <τις> εἶ. σὺ δ οὖν ποίει τοῦτ. ἀναμενῶ γὰρ ἐνθάδε. ἀνάμενε δῆτα καὶ σκόπει γ αὐτὴν σφόδρα: μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν. πολύν γε χρόνον οὐρεῖς σύ. νὴ Δί ὦ μέλε: στραγγουριῶ γάρ: ἐχθὲς ἔφαγον κάρδαμα. τί καρδαμίζεις· οὐ βαδιεῖ δεῦρ ὡς ἐμέ· τί δῆτά μ ἕλκεις ἀσθενοῦσαν· εἰπέ μοι, τίς ἔστ ἀνήρ σοι· τὸν ἐμὸν ἄνδρα πυνθάνει· τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν· τὸν δεῖνα· ποῖον· ἔσθ ὁ δεῖν, ὃς καί ποτε τὸν δεῖνα τὸν τοῦ δεῖνα - ληρεῖν μοι δοκεῖς. ἀνῆλθες ἤδη δεῦρο πρότερον· νὴ Δία ὁσέτη γε. καὶ τίς σοὐστὶ συσκηνήτρια· ἡ δεῖν ἔμοιγ. οἴμοι τάλας, οὐδὲν λέγεις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION