호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἡ πολιτικὴ δὲ κοινωνία τοῦ συμφέροντοσ χάριν δοκεῖ καὶ ἐξ ἀρχῆσ συνελθεῖν καὶ διαμένειν· τούτου γὰρ καὶ οἱ νομοθέται στοχάζονται, καὶ δίκαιόν φασιν εἶναι τὸ κοινῇ συμφέρον. αἱ μὲν οὖν ἄλλαι κοινωνίαι κατὰ μέρη τοῦ συμφέροντοσ ἐφίενται, οἱο͂ν πλωτῆρεσ μὲν τοῦ κατὰ τὸν πλοῦν πρὸσ ἐργασίαν χρημάτων ἤ τι τοιοῦτον, συστρατιῶται δὲ τοῦ κατὰ τὸν πόλεμον, εἴτε χρημάτων εἴτε νίκησ ἢ πόλεωσ ὀρεγόμενοι, ὁμοίωσ δὲ καὶ φυλέται καὶ δημόται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기