호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ τὴν ἕξιν γὰρ καὶ τῷ τοιόσδε εἶναι ἀλαζών ἐστιν· ὥσπερ καὶ ψεύστησ ὃ μὲν τῷ ψεύδει αὐτῷ χαίρων, ὃ δὲ δόξησ ὀρεγόμενοσ ἢ κέρδουσ. οἱ μὲν οὖν δόξησ χάριν ἀλαζονευόμενοι τὰ τοιαῦτα προσποιοῦνται ἐφ’ οἷσ ἔπαινοσ ἢ εὐδαιμονισμόσ, οἱ δὲ κέρδουσ, ὧν καὶ ἀπόλαυσίσ ἐστι τοῖσ πέλασ καὶ διαλαθεῖν ἔστι μὴ ὄντα, οἱο͂ν μάντιν σοφὸν ἰατρόν. διὰ τοῦτο οἱ πλεῖστοι προσποιοῦνται τὰ τοιαῦτα καὶ ἀλαζονεύονται·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기