호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδὲν δ’ ἧττον ἴσωσ τῷ γε βουλομένῳ τεχνικῷ γενέσθαι καὶ θεωρητικῷ ἐπὶ τὸ καθόλου βαδιστέον εἶναι δόξειεν ἄν, κἀκεῖνο γνωριστέον ὡσ ἐνδέχεται· εἴρηται γὰρ ὅτι περὶ τοῦθ’ αἱ ἐπιστῆμαι. τάχα δὲ καὶ τῷ βουλομένῳ δι’ ἐπιμελείασ βελτίουσ ποιεῖν, εἴτε πολλοὺσ εἴτ’ ὀλίγουσ, νομοθετικῷ πειρατέον γενέσθαι, εἰ διὰ νόμων ἀγαθοὶ γενοίμεθ’ ἄν. ὅντινα γὰρ οὖν καὶ τὸν προτεθέντα διαθεῖναι καλῶσ οὐκ ἔστι τοῦ τυχόντοσ, ἀλλ’ εἴπερ τινόσ, τοῦ εἰδότοσ, ὥσπερ ἐπ’ ἰατρικῆσ καὶ τῶν λοιπῶν ὧν ἔστιν ἐπιμέλειά τισ καὶ φρόνησισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기