호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
- οὕτω γὰρ ἔχει ὁ εἷς, καὶ ἴσως ὁμιλεῖ αὐτὸς αὑτῷ.? - πάντα δὲ ταῦτα τῷ ἀγαθῷ ὑπάρχει πρὸς αὑτόν. ἐν γὰρ τῷ πονηρῷ διαφωνεῖ, οἱο῀ν ἐν τῷ ἀκρατεῖ. καὶ διὰ τοῦτο δοκεῖ καὶ ἐχθρὸν ἐνδέχεσθαι αὐτὸν αὑτῷ εἶναι: ᾗ δ εἷς καὶ ἀδιαίρετος, ὀρεκτὸς αὐτὸς αὑτοῦ. τοιοῦτος ὁ ἀγαθὸς καὶ ὁ κατ ἀρετὴν φίλος, ἐπεὶ ὅ γε μοχθηρὸς οὐχ εἷς ἀλλὰ πολλοί, καὶ τῆς αὐτῆς ἡμέρας ἕτερος καὶ ἔμπληκτος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기