- 텍스트

Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιδ. Θεραπεία Σπληνός.?

(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιδ. Θεραπεία Σπληνός.)

Ἐν τῇσι χρονίῃσι νούσοισι ἡ ἀμβολὴ τῆς ἰητρείης κακόν. ὑπ ἀμβλακίης γὰρ ὀκέλλει ἐς ἀνήκεστα πάθεα. φύσι γὰρ ὡδὶ ἴσχει, ὡς μὴ Ῥηϊδίως ἀποφοιτῆσαι, ἢν ἐσβάλλῃ ἅπαξ. ἢν δὲ καὶ ἐκδηθύνῃ, χρόνῳ καρτερὰ ἔσται καὶ ξυναποθνήσκειν γίγνεταί κοτε· καὶ τὰ σμικρὰ μεζόνων ποιέεται διαδέξιας· κἢν τὸ πρόσθεν ἐς κίνδυνον ἀσινὲς ᾖ, ὁ τόκος τῶνδε γίγνεται ὀλέθριος. χρὴ ὦν μήτε τὸν νοσέοντα σιγῆν αἰδοῖ τοῦ ἐλέγχου τῆς νούσου, μηδὲ ὑποδιδρήσκειν δέει τῆς ἰητρείης, μήτε τὸν ἰητρὸν καταμβλακεύειν. ἄμφω γὰρ ἐς τὸ ἀνήκεστον ξυνᾴδοι. μετεξέτεροι δὲ τῶν καμνόντων, ὑπ ἀγνωσίης τε τῶν παρεόντων καὶ τῶν αὖθις ἐσομένων ἐς τέλος ξυνδιαιτέονται τῇ νούσῳ. ἐπὶ γὰρ τοῖσι πλείστοισι οὔτε ὄλλυνται, οὔτε ὀρρωδέουσι θάνατον. διὰ τάδε ὦν ἰητρῷ σφεας αὐτοὺς οὐδ ἐπιτρέπουσι. πίστις δὲ τουτέων κεφαλαίη, ἧς ἄμφι πρότερον φράσω. Κεφαλὴ δὲ, ὁκόσον ἐς ζωὴν ἀναγκαῖον, τοσόνδε νούσῳ χαλεπωτάτη · καὶ τῶν ἀμφὶ τήνδε νούσων ἡ μὲν ἐσβολὴ εὐπαθὴς, ἐπὶ σμικρῷ ἄλγεϊ καὶ ἤχοισι ὤτων καὶ βάρεϊ. εἰ δὲ αὔξησιν προσλάβοι, καὶ τὰ τέλη ὀλέθρια. μὴ ὦν μηδὲ τὰ σμικρὰ ὑπερορῆν ἄλγεα· σμικροῖσι γὰρ καὶ τοῖσι ἄκεσι μετεξετέροισι ἰήθη. ἢν δὲ πρόσω μὲν ἥκῃ χρόνου, μέζω γὰρ προσεπιγίγνεται ἄχθεα, τάμνειν τὴν ἐπ ἀγκῶνι φλέβα· πρόσθεν δὲ δυοῖν ἡμέραιν οἶνον πιπίσκειν. ξυντεκμαιρόμενον δὲ τὴν δύναμιν τὸ πλῆθος ἀφαιρέειν. ἄριστον δὲ μὴ ἐσάπαξ, ὡς ἡ δύναμίς τε ἀνέχηται τὴν πληθὺν τῆς ἀφαιρέσιος , ξυνεχές τε τοῖσι αὐτέοισι μοχλεύηται ἡ νοῦσος. ὧδε μέντοι πάσῃσι τῇσι χρονίῃσι νούσοισι ξυνῳδόν · μεσηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν ἁδροτέρως διαιτᾶν, ἔπειτα τὴν ἱερὴν, τὸ καθαρτήριον, ξὺν μελικρή τῳ πιπίσκειν. ἀπάγει γὰρ μάλιστα ἥδε ἀπὸ τῆς κεφαλῆς τῆς νούσου τὴν τροφήν. πλῆθος δὲ τοῦ φαρμάκου, ὁκόσον τέσσαρες ἢ πέντε ὁλκῆς δραχμαί · κἢν εὖ καθαίρηται , λούειν τε καὶ οἶνον διδόναι καὶ τὴν δύναμιν αὔξειν· ἔπειτα αὖθις τάμνειν φλέβα τὴν ἐπὶ τῷ μετώπῳ τὴν ὀρθήν. κυριωτάτη γὰρ ἥδε ἡ ἀφαίρεσις· τὸ δὲ πλῆθος ὅσον κοτύλης ἢ σμικρῷ πλεῖον. λύειν τε μὴ περαιτέρω, κενεαγγ έειν γὰρ οὐ χρή· ἔπειτα τὰς κόμας ξυρῷ ἀφαιρέοντα σικύην τῇ κορυφῇ προσβάλλειν προτέρην. τὴν δὲ ἑτέρην τὴν μεσηγὺ τῶν ὠμοπλατέων ἐρείδειν ἀναίμακτον , σχάζειν τε τὴν ἐπὶ τῆς κορυφῆς ἀφειδέως ἔς τε πλήθεος ὁλκὴν καὶ ἐς τὴν τοῦ βάθεος ἐντομήν · κεφαλαίην γὰρ τὰ μέχρις ὀστέων ὀνίνησι ἰήματα. ἢν δὲ ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα, τὰς ἀρτηρίας ἐκτάμνειν διπλαῖ δέ· αἱ μὲν κατόπιν εἰσὶ ὤτων σμικρόντι προσωτέρω, δῆλαι δὲ ταῖς διασφύξεσι · αἱ δὲ τοῦ ὠτὸς ἐς τοὔμπρος θεν, αὐτῶν πλησίον. παράγεται γὰρ τῷ ἀντιτράγῳ, ἀτὰρ καὶ αἵδε δῆλαι διασφύξεσι . τάμνειν δὲ πρὸς τοῖς ὀστέοις τὰς μέζονας · αἵδε γὰρ ὀνηϊσταί. ἐπικέαται καὶ ἕτεραι ἑκάστῃσι, κάρτα λεπταὶ, ἃς οὐδ ὄφελος ἐκτάμνειν. ὁ δὲ τρόπος ἐν τῇσι χειρουργίῃσι λέλεκται. μέγα δὲ τὸ ἄκος κεφαλαίῃσι καὶ ἐπιληψίῃ, καὶ σκοτώμασι, καὶ ξυμβλήδην ἁπάσῃσι τῇσι τῆς κεφαλῆς νούσοισι. Ἐπὶ πᾶσι δὲ φλέγμα ἄγειν χρὴ προκενώσαν τα τὴν γαστέρα ἢ καταπότῳ ὑπηλάτῳ, ἢ κλυσμῷ· ἄλλοτε μὲν ἐκ Ῥινῶν πταρμικοῖσι, ἄλλοτε δὲ διὰ στόματος τοῖσι ἄγουσι φλέγμα. εἴδη δὲ πταρμικῶν μὲν πέπερι, στρουθίου ἡ Ῥίζα, κάστορος ὄρχις· τάδε καὶ ξυνῆ· ἐς λεπτὰ δὲ κόψαντα καὶ σήσαντα καλάμῳ ἐμφυσῆν ἢ καυλῷ πτεροῦχηνὸς παχέϊ. ἀγωγότερον δὲ τῶνδε καὶ βιαιότερον εὐφόρβιον ξύν τινι τῶνδε μιχθέν· ἀτὰρ καὶ ἐλαίοισι δὲ μίσγεται γλευκίνῳ, σικυωνίῳ, ἢ τῷ ἀπὸ στύρακος μύρῳ. ὑγρὸν δὲ γίγνεται κάρτα ὡς ἔκχυτον · ἐγχεῖται δὲ διὰ τοῦ Ῥινός γ αὐλοῦ. δίδυμοι δὲ οἵδε ξυμφυέες ἀπὸ μιῆς ἐκροῆς, ὡς ἐσάπαξ ἀμφοτέροισι ἐγχέειν. οὐ γὰρ ἀνασχετὸν ἡ διάστασις ἑκατέρου μυκτῆρος ἰδίῃ καὶ ἰδίῃ. πίμπραται γὰρ ἡ κεφαλὴ αὐτίκα καὶ δριμὺ ἄλγος αἱρέει· τὰ δὲ διὰ τοῦ στόματος ἄγοντα φλέγμα, σίνηπι, κόκκος ὁ τῆς κνίδης, πέπερι, σταφὶς ἀγρίη· τάδε ξὺν ἀλλήλοισι, καὶ ἰδίῃ· ἐπεὶ δὲ καὶ τῷ μασήσασθαι μὲν αὐτὰ καὶ τὸ πτύειν ξυνεχές ἐστι· καὶ ὕδατι ἢ μελικρήτῳ μίξαντα διδόναι, κλύζειν τε τὸ στόμα καὶ ἐς τὰ παρίσθμια παρώσαντα ἀνατάσι τοῦ αὐχένος, τῷ τῆς ἐκπνοῆς πνεύματι κλύζειν · ἐπὴν δὲ, ἐς ὅσον θέλῃς, τὸ φλέγμα ἀγάγῃς, λούειν καὶ καταιονεῖν τὴν κεφαλὴν κάρτα πολλῷ θερμῷ ὕδατι ἐς διαπνοήν. ἰσχυραὶ γὰρ γίγνονται σφηνώσιες. Δεῖπνον εὐτελές · ἔστω δὲ καὶ οἶνος ἐς ἀνάκλησιν τοῦ στομάχου· μάλα γάρ τοι καὶ ὅδε πονέει. ἐπὴν δὲ μεσηγὺ τὴν δύναμιν ἑδράσῃς, κλυσμῷ χρέω τῷ ξυνήθεϊ, λίτρου πολλὸν ἐμπάσσων, ἢ Ῥητίνης τῆς ἀπὸ τῆς τερμίνθου τοῦ δένδρεος ἐντήκων ὁλκῆς δραχμὰς δύο· ἐς δὲ τὴν ἐπιοῦσαν ἡμέρην αἷμα τῆς Ῥινὸς ἔνδον ἀφαιρέειν, ὡς εἴσω παρωθεῖς θαι τὸ ὄργανον κατειάδιον εὔμηκες, ἢ τὸ καλεόμενον τορύνην. ἢ εἴ τις ἐλλειπῶς πρὸς τάδε ἔχει, χηνὸς χρὴ πτεροῦ τοῦ καυλοῦ τοῦ παχέος ἀπογλύψαντα τάμνειν τὰ νεῦρα ἐς ὀδόντας ὅκως πριστῆρα · καὶ τόδε ἐς Ῥῖνα κατιέναι, μέσφι τῶν ἠθμοειδῶν· ἔπειτα ἀμφοτέραισι χερσὶ κινέειν, ὡς ξυγχαράσσοιτο ὑπὸ τῶν ὀδόντων ὁ χῶρος. Ῥηϊδίη δὲ καὶ πολλὴ τοῦ αἵματος ἡ φορή· φλέβες γὰρ ἰσχναὶ τῇδε κραίνουσι καὶ τὰ σώματα μαλακὰ καὶ εὔτμητα. ἐάσι δὲ καὶ τοῖσι δημότῃσι πολλοὶ τῆς ἐγχαράξιος οἱ τρόποι καὶ βοτάνῃσι τρηχείῃσι καὶ φύλλοισι δάφνης ξηροῖσι, ἐνθέντες τάδε τοῖσι δακτύλοισι κινέειν εὐτόνως. κενώσαν τα δὲ ὁκόσον χρή· ἕ᾿στω δὲ πλῆθος ἐς κοτύλης τὸ ἥμισυ·᾿ μάσσειν σπόγγοισι καὶ ὀξυκρήτῳ , ἢ ξηρόν τι ἴσχαιμον ἐμφυσῆν, κηκῖδα, ἢ σχιστὴν στυπτηρίην, ἢ βαλαύστιον. Ἢν δὲ ἐπὶ τουτέοισι ἡ κεφαλαλγίη μίμνῃ, κἤν ποτε ἀποπαύηται, αὐτὸ χρὴ ἐς τέλος ἥκειν τῆς ἰητρείης. φιλυπόστροφον γὰρ κακὸν, καὶ ἐν ἕδρῃἷζον τὰ πολλὰ φωλεύει. χρὴ ὦν ἀφαιρέοντα τὰς κόμας ξυρῷ, ῾καὶ γὰρ τόδε κεφαλῇ ὀνηϊστὸν,᾿ καίειν πυρίῃσι καυτήρων, ἐπιπολῆς μὲν ἐς μύας· ἢν δὲ μέσφι ὀστέου ἐθέλῃς, ἀπάνευθεν καὶ τῶν μυῶν· μύες γὰρ καυθέντες ἐάσι σπασμῶν προκλήσιες. κἢν μὲν ἐπιπολῆς καύσῃς, οἶνον εὐώδη λευκὸν ξὺν Ῥοδίνῳ καταιονεῖν ἅλις. ὀθόνην δὲ χρὴ τέγξαντα ἐπιπεταννύναι τῇσι ἐσχάρῃσι μέσφι ἡμέρης τρίτης· ἢν δὲ βαθεῖαι ἐώσι αἱ ἐσχάραι, πράσου χρὴ κόμην ξὺν ἁλὶτρίψαντα ἠδὲ ἐς ὀθόνην ἐγχρίσαντα τιθέναι · τῇ δὲ τρίτῃ κηρωτὴν ἐκ Ῥοδίνου ἐπὶ τοῖσι ἐπιπολαίοισι, ἢ φᾳκὸν ξὺν μέλιτι ἐπὶ τῇσι βυθίοισι ἐσχάρῃσι τιθέναι. ὁκόσα δὲ ἐπὶ ὠτειλῇ φάρμακα ἄλλῃ πη γεγράψεται . ἔταμόν τινες ὑπὲρ μέτωπον κατὰ τὴν στεφάνην τὸ δέρμα ἄχρις ὀστέου· καὶ τόδε ἐπιξέσαντες ἢ ἐπικόψαντες μέσφι διπλόης ἐς σάρκωσιν ἤγαγον. οἱ δὲ καὶ ἐσέτρωσαν τῷ οστέῳ, μέσφι μήνιγγος . εὔτολμα δὲ τὰ ἄκεα· ἀλλὰ χρῆσθαι, κἢν ἐπὶ πᾶσι μὲν ἡ κεφαλαί η ἐπιμίμνῃ, ὁ δὲ νοσέων εὔθυμος, καὶ ὁ τόνος τοῦ σώματος ἀγαθός. Ἢν ἐκ προσαγωγῆς ἐώσι, γυμνάσια ὀρθὰ ἐς στέρνα καὶ ὤμους, χειρονομίη , ἁλτήρων βολὴ, ἔξαλσις, καὶ ἡ ξυνευπαί δευτος ἐν τούτοις ἀνείλησις· τρῖψις τὰ πρῶτα καὶ τὰ ὕστατα σκελῶν, κεφαλῆς δὲ ἐς μέσον. Πιττοκοπίητῷ ἐμπάττειν ξυνεχής· φοινίσσειν δὲ καὶ τὴν κεφαλὴν, ἄλλοτε μὲν σίνηπι ξὺν ἄρτῳ διπλόῳ ἐγχρίοντα, ὡς μὴ ἀφόρητον εἰή τὸ πῦρ· ἄλλοτε δὲ φάρμακα ξυναλείφοντα, ὡς τὸ ξύνθετον τὸ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου καὶ πυρέθρου · ἔχει δὲ καὶ ἀνώδυνον περί τε τὸν ἐν καιρῷ πόνον καὶ ἐς μόχλευσιν τῆς Ῥίζης τοῦ κακοῦ, θαψίης ὁ ὀπὸς, καὶ τὰ ξὺν τῇδε φάρμακα, ὁκόσα ἐσοιδαίνει τὸ δέρμα, καὶ ἰόνθοισι ἴκελα ἐκφύει βλαστήματα. Δίαιτα δὲ ἡ μὲν ἐφ ἑκάστῳ τῶν ἀλγέων λεπτὴ, ὀλιγοποτίη καὶ ὑδροποτίη, ἐπίπροσθεν μάλιστα ἄκεός τινος. ξύμπαν δὲ, δριμέων μὲν ἄφεξις, κρομμύων καὶ σκορόδων καὶ ὀποῦ τοῦ σιλφίου, σινήπιος δὲ μὴ πάγχυ, καὶ γὰρ τὸ δριμὺ αὐτέου πρὸς τῇ τοῦ στομάχου ἀρετῇ καὶ ἐς κεφαλὴν οὐκ ἄχαρι, φλέγμα χύον, καὶ διαπνέον, ἢ διελαῦνον κάτω. ὀσπρίων κάκιστον κύαμος καὶ τὰ τοῦδε εἴδεα, πισσοὶ, καὶ ὠχροὶ, καὶ δολιχοί · δεύτερον φακοὶ, οἵ γε ἔχουσι μέν τινας ἀρετὰς πέψιός τε καὶ ἐκκρίσιος, κεφαλῆς δὲ πλήσμιοι καὶ πόνου ποιητικοί· πλὴν ἑψηθέντες ξὺν πεπέρι οὐκ ἀποξενωτέοι· χόνδροι δὲ οἵ τε πλυτοὶ χαρίεντες ξὺν οἴνῳ, καὶ μέλιτι ὅσον ἡδῦναι· καὶ τὸ ἐκ τουτέων Ῥόφημα καὶ οἱ ξὺν ἁπλοῖσι ζωμοῖσι. καλοὶ γὰρ καὶ οἱ ἐν τῇ καρυκείᾳ καρποὶ, κάρου, κοριάνου, ἀνίσου, σελίνου · τουτέων δὲ κρέσσων ἡ ἡδύοσμος ἡ βοτάνη, καὶ γλήχων πρὸς τοῖσι εὐώδεσι, ἴσχουσί τι καὶ οὔρων ἀγωγὸν καὶ φυσῶν ἔξοδον. κρεῶν δὲ πονηρὰ μὲν τὰ παλαιὰ πάντα· νεοσφαγῆ δὲ ἀλέκτορος, πτηνῶν ἡ φάσσα, ἡ πελειὰς, καὶ τὰ ἄλλα ὁκόσα μὴ μάλιστα πίονα. συῶν τὰ ἄκρεα, λαγωὸς ὀπτός· βοὸς δὲ καὶ ὀΐος παχῦνόν τε καὶ κεφαλῆς πλήσμιον · ἔριφος δὲ οὐ πάντη κακός· γάλα καὶ τυροὶ κεφαλαλγέες. ἰχθύων οἱ πετραῖοι, ἠδὲ ὁκόσοι κατὰ χώρην ἄριστοι. λαχάνων δὲ ἑφθῶν μὲν ὁκόσα οὔρων καὶ κοιλίας ὑπαγωγὰ, μαλάχη, βλίτον, τεῦτλον, ἀσπάραγοι· δριμὺ δὲ καὶ κράμβη· ὠμὰ δὲ, θριδακίνη πάντων ἄριστον · Ῥίζαι δὲ πονηραὶ καὶ ἑφθαὶ, Ῥαφανῖδες, γογγυλίδες , σταφυλῖνοι · οὐρητικὰ μὲν, πλήσμια δέ· σίσαρονφυῶδες μὲν καὶ στομάχου ἐπαρτικόν. οἶνος λευκὸς, λεπτὸς, γλυκὺς μὲν ἐγγεγράφθω , στύψιος ἔχων, ὡς μὴ ἴσχειν τὴν γαστέρα · τράγημα πᾶν κεφαλαλγὲς , πλὴν φοίνικες πάσης ἰδέης· σῦκον δὲ ὀπώρῃ καὶ σταφυλὴ προσηνὲς, καὶ ὅ τι ἂν ἐπὶ τῆς ὡρ´ης ἄριστον· πλησμονὴ πάντων καὶ τῶν ὠφελούν των κακόν. κάκιον δὲ ἀπεψίη· κόποι ἀπεψίης μὲν ἀσινέστεροι, ἐπιβλαβέες δὲ καὶ οἵδε. περίπατοι ἑώθεν, ἐπὶ τῆς κοιλίης ἐκκρίσι · εὔπνοοι δὲ καὶ εὔφοροι · ἄριστοι δὲ καὶ οἱ ἐπὶ τῷ δείπνῳ· αἰώρη μακρὰ, νήνεμος, ἀνήλιος τῇ κεφαλῇ· κακὸς γὰρ αὐτέῃ ὁ σείριος. ὁμιλίη γυναικὸς κεφαλῇ, νεύροις, κακὸν ἐπίσπαστον. ἀποδημίη ἐς θερμότερον ἀπὸ ψυχρῶν, καὶ ἀπὸ ὑγρῶν ἐς ξηρότερον. ξύμφορος δὲ πλοῦς καὶ ἐν θαλάσσῃ διεξαγωγὴ τοῦ βίου· κἢν παράλιός τις ᾖ, ἀγαθὸν λούεσθαίτε τῇ ἅλμῃ ψυχρῇ, καὶ νήχεσθαι τῇ θαλάσσῃ, καὶ τῇσι ψάμμοισι ἐγκαλινδέεσθαι, καὶ βιοτεύειν ἐς θάλασσαν. Ἑτεροκρανίης ταὐτὰ ἄκεα. ὁκοῖα γὰρ τῇ κεφαλῇ ὅλῃ ἄκεα πρόσφορα, τοῖσδε πρὸς ἅπαν τῆς κεφαλῆς μέρος χρέεσθαι καλόν. ὁκόσοισι δὲ ἐκ τῶνδε ἄφυκτος ἡ νοῦσος, ἐλλεβόρῳ χρέεσθαι, τῇ ἐσχάτῃ καὶ δυνατωτάτῃ πάντων ἀγωγῇ. Καὶ ἐκ διαδέξιος μὲν κεφαλαίης γίγνεται σκοτοδινίη · ἀτὰρ καὶ αὐτὴ πρώτη ἐπ αἰτίῃσι φύεται, αἱμορρο ΐδων Ῥόου ἐπισχέσι · κἢν ἀπὸ Ῥινὸς αἷμα μὴ Ῥέῃ, πρόσθεν Ῥέον, ἢ μὴ διαπνέηται τὸ σκῆνος, ἢ ἱδρῶτι, ἢ πόνῳ, πρόσθεν πονεύμενον. ἢν μὲν ὦν ἐπὶ τῇ κεφαλαί ῃ ξυστῇ, τάδε χρὴ πρήσσειν ἐς ἰήσιν, ὁκόσα ἐπὶ τῇσι κεφαλαίῃσι λέλεκται· τίσι δὲ καὶ βιαιότερον ἰῆσθαι χρὴ ἐς τέλος τῶν ἀκέων, ὕστερον φράσω· ἢν δὲ ἀπό τευ ἐπισχέσιος ὑγρῶν ἡ νοῦσος ἀποβῇ, τὴν ξυνήθη ἔκκρισιν κινέειν. ὑγιεινὸν γὰρ τῆς φύσιος ἡ παλινδρομίη. ἢν δὲ ἡ μὲν μέλλῃ, τὸ δὲ πάθος αὔξῃ, ἐπὶ μὲν τῇσι ἄλλῃσι ἐπισχέσεσι, τῇσι διὰ Ῥινὸς, ἢ ἱδρώτων, φλέβα τάμνειν τὴν ἐπ ἀγκῶνι· ἢν δ ἐπὶ ἥπατι πλημμύροντι, ἢ σπληνὶ, ἤ τινι τῶν ἐν τοῖσι μέσοισι σπλάγχνων, ἀρῆγον ἡ σικύη. χρὴ δὲ ὁκόσον ἂν ἐκ φλεβὸς πολλὸν ἐκρέῃ, τοσόνδε ἐκ τῶνδε ἀφαιρέειν αἷμα. τόδε γὰρ τῆς προφάσιος ἡ τροφὴ, ὥσπερ δὴ καὶ γαστήρ· ἐπὶ δὲ τῷδε τὰ τῆς κεφαλῆς ἄκεα ξυνάπτειν, φλέβα τὴν ἐπὶ τῷ μετώπῳ ὀρθὴν τάμνοντα, ἢ τὰς ἑκατέρωθεν τῆς Ῥινὸς πρὸς τοῖσι κανθοῖσι, σικύην τῇ κορυφῇ προσβάλλειν, ἐκκόπτειν τὰς ἀρτηρίας· ξυρεῖν τὴν κεφαλὴν, φοινίσσειν , φλέγμα ἄγειν διὰ Ῥινῶν πταρμικοῖσι , ἢ διὰ στόματος, ὅκως ἔλεξα· ἅπαντα πρήσσειν ἐν κόσμῳ τῷ ἐπὶ τῇ κεφαλαίῃ εἰρημένῳ, πλὴν ὁκόσον κυκλαμίνου χυλὸς, ἢ ἀναγαλλίδος, ἐγχυτὸς εἰς τὴν Ῥῖνα, ἔχει τὴν πρόσθεσιν. Ἐπὴν δὲ τῶν ἀμφὶ τὴν κεφαλὴν ἀκέων ἵκγῃ ἐς τέλος, ὁκοσα βιαιότερα ἐς τοὺς σκοτώδεας, τάδε χρὴ πρήσσειν · ἐμέτοισι τοῖσι ἀπὸ δείπνου, ἠδὲ τοῖσι ἀπὸ Ῥαφανίδων χρέεσθαι, τὸ ἐκ τοῦδε δέον ἐστὶ, ἀτὰρ ἠδὲ ἐς ἐλλεβόρου παρασκευήν · μελέτῃσι γὰρ χρὴ τοῦ στομάχου ἐμέειν, ἐπὶ τοῖσι δεινοτέροισι ἐμετηρίοισι· ἀτὰρ καὶ τὸ φλέγμα λεπτότερον νῦν γίγνεται, καὶ ἐς τὸν ἐλλέβορον εὔχυτον · ἐλλεβόρου δὲ δόσιες πλεῦνες, τοῖσι μὲν ἰσχυροτέροισι ὀρέξαι ἐς μέγεθος σησάμου, ἢ ὀλίγον ἁδρότερον τετμημένον · ξὺν χόνδρῳ τε πλυτῷ ἢ φακῷ ἡ δόσις· σταθμὸς δὲ ὁλκῆς δραχμαὶ δύο. ἐπὶ δὲ τῶν ἀσθενεστέρων καὶ ἰσχνοτέρων τὸ ἕψημα ξὺν μέλιτι· μέτρον μυστίλαι δύο ἢ τρεῖς· τῆσδε ποιήσιος ὁ τρόπος ἄλλῃ πη λελέξεται. μεσηγὺ δὲ ἑκάστου ἄκεος, ὑπανατρέφειν τὸν νοσέοντα, ἐς τὴν τῶν μέσων ὑπομονήν. Ἀρήγειν δὲ καὶ ἐπὶ τοῖσι παροξυσμοῖσι ὧδε· διαδέειν μὲν τὰ σκέλεα ὑπὲρ σφυρὰ καὶ γούνατα, καὶ χειρὸς καρπούς τε καὶ βραχίονας ἔνερθε τῶν ὤμων πρὸς τοῖσι ἀγκῶσι. τέγξιες κεφαλῆς · Ῥόδινον μύρον ξὺν ὄξεϊ· ἐνεψῆσαι δὲ χρὴ τῷ ἐλαίῳ ἑρπύλλιον, ἢ σπονδύλιον, ἢ κισσοὺς, ἤ τι τοιόνδε. ἀνάτριψις ἄκρων καὶ προσώπου· ὄσφρησις ὄξεος, γλήχωνος, ἡδυόσμου, καὶ τάδε ξὺν ὄξεϊ. διάστασις τῆς γένυος· ἔσθ ὅπη γὰρ ἐρείδουσι τὰς γνάθους · γαργαλισμὸς παρισθμίων, ἐμετοῦ πρόκλησις. ἐπὶ γὰρ ἐγχύσι κοτὲ φλέγματος ἀνέγροντο ἐκ τοῦ ζόφου. τάδε μὲν ὦν ἐς τὴν τοῦ παροξυσμοῦ παρηγορίην, καὶ σκέδασιν τοῦ ζοφώδεος. Διαίτης δὲ περὶ ἁπάσης τῆς ἐν τῇ θεραπείῃ καὶ τῆς ἐς αὖθις τάδε γιγνώσκω. ὕπνος πουλὺς κακὸν, καὶ ἀϋπνίη. πουλὺς μὲν γὰρ ναρκᾷ τὰς αἰσθήσιας τῆς κεφαλῆς. ἀτμῶν πλημμύρᾳ, ὄκνος ἁπάσης πρήξιος. τάδε μέντοι βάρεος καὶ ἤχων καὶ μαρμαρυγῶν ἐστι αἴτια, τῆς νούσου τὰ ξύμβολα · ἀγρυπνίη δὲ ἄπεπτον, ἄτροφον, καματηρὸν τῷ σκήνεϊ, ἄθυμον, εὐπαράγωγος ἡ γνώμη· διὰ τάδε Ῥηϊδίως μαίνονται καὶ μελαγχολέουσι οἵδε· ξύμφορος δὲ ὁ μέτριος, ἐς τὴν τῆς τροφῆς οἰκονομίην , καὶ ἐς ἀνάπαυλαν τῶν δι ἡμέρας καμάτων. πρόνοια καὶ ἐπιμονή προεδρίη τῆς κοιλίης ἐς ἀπόκρισιν· διαπνοῆς γὰρ ἡ μέζων αἰτίη, κοιλίη. ἀνάτριψις αὖθις σκελῶν δι ἡμιτυμβίων τρηχέων μέσφι φοινίξιος, ἔπειτα νώτου καὶ πλευρέων, ὕστατα κεφαλῆς · ἀπὸ τουτέων περίπατοι, προσηνέες μὲν ἀρχῆθεν καὶ ἐς ἀπόπαυσιν, ἐπίτροχοι δὲ οἱ μέσοι, ἠρεμίη, κατάστασις τοῦ πνεύματος ἐπὶ τοῖσι περιπάτοισι ἔστω. ἀναφωνέειν χρὴ, τοῖσι βαρέσι φθόγγοισι μᾶλλον χρεόμενον ἠχέειν. ὀξέες γὰρ, κεφαλῆς διαστάσιες , κροτάφων παλμοὶ, ἐγκεφάλου διασφύξιες , ὀφθαλμῶν πρήσιες, ἤχων ἀκοή· μετρίη ὀξυφωνίη κεφαλῇ ὀνήϊστον· ἔπειτα δὲ καιρὸς αἰώρης, ἐς διαπνοὴν τοῦ παντὸς κεφαλῆς βάρεος, πλῆθος δὲ ἔσται πολλὸν, πλὴν ὁκόσον ἀκάματον ᾖ· μηδὲ ἐπὶ ἐλιγμοῖσι τοῖσι τοῦ χωρίου, μηδὲ ξυνεχέσι καμπῇσι, αἰώρη γιγνέσθω. ἰλίγγων γὰρ τάδε προκλήσιες. εὐθέες δὲ καὶ μακροὶ καὶ λεῖοι ἔστων καὶ οἱ περίπατοι. ἢν μὲν ὦν ἐν ἔθει ἐώσι ἀρίστου, ἄρτου μόνου ὀρέγειν, ὁκόσον μηδὲν ἐμποδὼν τοῖσι γυμνασίοισι ἔμμεναι, προπεπέφθαι γὰρ χρή· κεφαλὴ καὶ χεῖρες, καὶ αἱ τῶνδε τρίψιες · ἐπὶ δὲ τοῖσι οἱο῀ν πρηέως ἐς ἀνάκλησιν θέρμης, καὶ εὐσαρκίης, καὶ τόνου· ἔπειτα κεφαλὴν τρίβεσθαι ὄρθιον ἑωυτέου μέζονι ὑπέχοντα · ἀτὰρ καὶ τὰ γυμνάσια ἐς τραχήλου πρήσιας, καὶ ἐς δίωσμον χειρῶν συντείνει, εὐπαιδεύτως· ὑπεραιωρεῦντα δὲ χρὴ τὴν κεφαλὴν, καὶ τὰς ὄψιας γυμνάζειν χειρονομίῃ , ἢ δίσκων βολῇ, ἢ φιλονεικεῦντα πυγμῇ· κακὸν δὲ σφαῖρα, μικρή τε καὶ μεγάλη· τῆς γὰρ κεφαλῆς καὶ τῶν ὀφθαλμῶν αἱ δινήσιές τε καὶ ἐνστάσιες σκοτώματα ποιέουσν. ἄριστον ἀφάλσεις καὶ δρόμοι. τὸ ὀξὺ μὲν πᾶν ἐς τὰ σκέλεα πάντων τονώσιες· ψυχρολουσίη ἀλουσίης κρέσσων · ἀλουσίη δὲ θερμολουσίης· στῦψαι, πυκνῶσαι, ξηρῆναι κεφαλὴν ψυχρολουσίη δυνατωτάτη , ὑγείης ἡ κατάστασις · ὑγρῆναι, λῦσαι, ἀχλυῶσαι, θερμολουσίη δυνατωτάτη . κεφαλῆς γὰρ νούσου αἱ προφάσιες· τοιοίδε καὶ οἱ νότοι, βαρυήκοοι. ἡσυχίη ἐπὶ τοῖσι γυμνασίοισι, ἐς κατάστασιν τοῦ ταράχου. πίεσις τῆς κεφαλῆς ἐς τὴν τοῦ δέρματος ξῦσιν. Προπόσιες ὕδατος, ἢ οἴνου ὑδαρέος · ἄριστον εὐτελές · λαχάνων κόμης τὰ μαλθακτήρια, μαλάχης, τεύτλου, βλίτου. ἔμβαμμα εὐστόμαχον , εὔστομον, κοιλίης μαλθακτικὸν, ἀβαρὲς δὲ κεφαλῇ, διὰ θύμου, ἢ θύμβρης, ἢ σινήπιος. ὠῶν τὰ θερμὰ χειμῶνος· θέρεος δὲ τὰ ψυχρὰ, γυμνὰ τοῦ ὀστρακώδεος, μὴ ὀπτά· ἐλαῖαι, φοίνικες, τάριχος ὡραῖον, χόνδρος πλυτὸς, ξύν τινι τῶν γλυκέων, ὁκόσον ἡδῦναι, αἱρετόν. ἐπὶ τοῖσδε ἅλες. ἠρεμίη, ἡσυχίη καὶ ἀκοῆς καὶ λαλιῆς. περίπατοι, ἔνθα ἂν εὔπνοον καὶ εὔχαρι, δένδρεσι, ἢ βοτάνῃσι· ἢν δὲ ἐς δεῖπνον ἥκῃ, μάλιστα μὲν αὖθις ψυχρολουτέειν, σμικρὸν ὑποχρισάμενον λίπαϊ· εἰ δὲ μὴ, σκέλεα μοῦνον. τὸ δεῖπνον σιτῶδες, οἱο῀ν ἰτρίον, ἢ Ῥόφημα χόνδρου, ἢ πτισάνη ἄφυσος, ἑψήσι εὔπεπτος· φάρμακα δὲ τὰ ἐς ἡδονὴν τῆς πτισάνης, πέπερι, γλήχων, ἡδύοσμον, κρομμύων ἢ πράσων σμικρὸν, μηδὲ ὁκόσον ἐμπλεῦσαι· ὄξεος δὲ τὸ δριμὺ ξύμφορον· κρεῶν τὰ ἐκ πιόνων μὴ πίονα· συῶν πόδες καὶ κεφαλή· πτηνὰ πάντα· τῷ πλήθεϊ δὲ τεκμαίρεσθαι· λαγώς καὶ τὰ θηρευτὰ δέ· ἀλεκτορὶς εὔπορος καὶ ξύμφορος. τράγημα πᾶν κεφαλαλγὲς , πλὴν φοίνικος, ἢ τῶν ὡραίων σύκων, ἢ σταφυλῆς, ἢν ἄφυσος ὥνθρωπος ἐῄ· ἠδὲ πεμμάτων εὔπεπτα, καὶ ἄκνισα, καὶ κοῦφα. περίπατοι · θυμηδία · ἐν ἡσυχίῃ ἐς ὕπνον ἄφεσις. Ἀκέων ὅτι περ μέγα καὶ δυνατώτατον ἐς ἐπιληψίην χρέεσθαι. φυγὴ γὰρ οὐ μοῦνον ἐπιπόνου πάθεος καὶ κινδυνώ δεος ἐφ ἑκάστης ὑπομνήσιος, ἀλλὰ καὶ ἰδέης αἴσχεος, καὶ ὀνείδεος τῆς συμφορῆς. καί μοι δοκέω, εἴπερ εἰς ἀλλήλους ἐν τοῖσι παροξυσμοῖσι ἐνέβλεπο, ὁκόσα πάσχουσι οἱ νοσεῦντες, οὐκ ἂν ἔτι ζώειν τλαῖεν ἄν. ἀλλὰ γὰρ τὰ δεινὰ ἑκάστῳ καὶ τὰ αἰσχρὰ ἀναισθησίη καὶ ἀθεησίη κρύπτει· ξυνομαρτεῖν δὲ τὴν ἰητρείην τῇ Ῥαστώνῃ τῆς φύσιος ἄριστον, εὖτε τῇσι μεταβολῇσι τῆς ἡλικίης ἐς μέγα ἀμείβει τὸν ἄνθρωπον. ἢν γὰρ ἡ ξυνήθης τῷ κακῷ δίαιτα, ἐν ᾗ ἐμβιοτεύει ἡ νοῦσος, οἴχετο, οὐκέτι ἐπιφοιτέει ἐς τὸν ἄνθρωπον · ξυναποίχεται γὰρ τῷ πρόσθεν ἡδέϊ. Ἢν ὦν τῆς κεφαλῆς λάβηται, ἐνοικέει· τῇδε ἅπαντα χρὴ πρήσσειν, ὁκόσα μοι ἀμφὶ κεφαλαίης λέλεκται, ἀμφί τε τὰς τοῦ αἵματος ἀφαιρέσιας , --ἠδ ἀμφὶ τὰς καθάρσιας, --φλεβῶν τῶν ἐπ ἀγκῶνος, μετώπου τῆς ὀρθίας, σικύης · τὰς δὲ ἀφαιρέσιας μὴ μέσφι λειποθυμίης ποιέεσθαι, πρόκλησις γὰρ τοῦ πάθεος λειποθυμίη · ἀρτηρίας τάμνειν ἁπάσας, τάς τε ὤτων πρόσω τε καὶ ὀπίσω· καθάρσιας δὲ ποιέεσθαι ἐξοχέας τουτέων πάντων, τῇ ἱερῇ τῷ καθαρτηρίῳ καὶ τῆς κεφαλῆς τοῖσι ἄγουσι φλέγμα· πολλῷ δὲ δυνατώτερα ἔστω φάρμακα · φέρει γὰρ ἡ ἕξις τῶνδε τοὺς πόνους· εὐθυμίη δὲ καὶ εὐελπιστίη τίθησι τοὺς νοσέοντας τλήμονας. χρεὼν καὶ πῦρ φέρειν ἐς τὴν κεφαλήν · ἀνύει γάρ. τετρῆναι δὲ χρὴ πρῶτα τὸ ὀστέον μέχρι διπλόης, ἔπειτα κηρωτῇσι καὶ ἐπιπλάσμασι χρέεσθαι. ἔς τ ἂν ἡ μῆνιγξ τῶν ὀστέων ἀποστῇ, τερέτρῳ χρὴ περικόπτειν τὰ γυμνὰ ἢν ἔτι σμικρὰ ἀντέχῃ μέχρι αὐτομάτου ἀποσπάσιος, ὅτε μέλαινά κοτε τουτέων καὶ παχείη εὑρεθῇ ἡ μῆνιγξ· καὶ ἐπὴν ἐς μύδησιν, ἢ καὶ κάθαρσιν, τοῦ ἰητροῦ εὐτόλμως ἀκεομένου, ἐς ὠτειλὴν ξυμβῇ τὸ τρῶμα, ὥνθρωπος ἐξῆλθε τῆς νούσου. ἐπὶ πᾶσι, φοινίξιες κεφαλῆς, ξυνήθεες μὲν, ὁκόσαι μοι ἐν τοῖσι πρόσθεν εἰρέαται· δυνατωτέρη δὲ ἡ διὰ τῶν κανθαρίδων · χρὴ δὲ ἐπίπροσθεν τῆς χρήσιος, τριῶν ἡμερῶν πίνειν γάλα ἐς τὴν τῆς κύστιος φυλακήν. κανθαρί δες γὰρ κάρτα σίνονται κύστιν. τάδε μὲν ὦν ἢν κεφαλὴ πεπόνθῃ. Ἢν δὲ τὰ μέσα εἰσάγῃ τὴν αἰτίην καὶ τάδε ἐπάγει τὴν νοῦσον,-- ἥκιστα δὲ τάδε γίγνεται· ξυμπαθέει γὰρ κεφαλῇ τὰ μέσα μᾶλλον, ὡς ἐπὶ μεγάλῳ κακῷ, ἥπερ ἀρχὴ τῆς νούσου,-- ὅκως δ οὖν ἴσχῃ, φλέβα τάμνειν τὴν ἐπ ἀγκῶνι καὶ ἐπὶ τῶνδε· ἀπὸ σπλάγχνων γὰρ ἡ Ῥοή· ἀτὰρ καὶ καθαίρειν τούσδε μᾶλλον τῶν ἄλλων, καὶ τῇ ἱερῇ, καὶ κνεώρῳ, καὶ κόκκῳ κνίδης· τάδε γὰρ φλεγμάτων ἀγωγά. τὸ δὲ καίριον αὐτέων ἡ σικύη· ἐπιθημάτων δὲ, καὶ ἐπιπλασμάτων, ὁ φόρτος εὔδηλος, καὶ πάντη γράφειν περιττὸν, εἰ μὴ ὁκόσον δύναμιν αὐτέων γινώσκειν, ὅτι χρὴ τοῖσδε λεπτῦναι, διαπνεῦσαι , εὔροα καὶ εὔπνοα ποιέειν· καὶ πεπτηρίοισι φαρμάκοισι , θερμοῖσι, ξηροῖσι, καὶ οὔρων ἀγωγοῖσι χρεόμενον, καὶ ἐν τροφῇ καὶ ἐν φαρμακίῃ· κρέσσον δὲ πάντων κάστορος ὄρχις, πινόμενος ἐν μελικρή τῳ πολλάκις τοῦ μηνὸς, ὁκόσα τε ποικίλα φάρμακα τωὐτὸν πρήσσει, ἡ διὰ τῶν θηρίων ποικίλη, καὶ ἡ τοῦ Μιθριδάτεω ἐπιποικιλωτέρη· πίνειν δὲ καὶ τὴν Βηστίνου· εὔπεπτα γὰρ καὶ εὔχυμα ταῦτα καὶ οὔρων ἀγωγά. ὁκόσα γὰρ χρὴ γράφειν τῶν ἁπλῶν φαρμάκων, αἵδε ἔχουσι αἱ δυνάμιες, κιννάμωμον καὶ κασίην, φύλλα τὰ μαλαβάθρου , καὶ πεπέριος καὶ σεσέλιος πάσας ἰδέας. καὶ τί γὰρ οὐκ ἂν εὑρ´οις ἐν τοῖσδε τῶν δυνατωτάτων· λόγος, ὅτι καὶ γυπὸς ἐγκέφαλος καὶ αἰθυίης ὠμῆς κραδίη, καὶ αἱ κατοικίδιοι γαλέαι βρωθέντες λύουσι τὴν νοῦσον· ἐγὼ δὲ τῶνδε μὲν οὐκ ἐπειρήθην· ἐθεασάμην δὲ ἀνθρώπου γε νεοσφαγέος ὑποθέντας φιάλην τῷ τρώματι καὶ ἀρυσαμένους τοῦ αἵματος πίνοντας. ὢ τῆς παρεούσης μεγάλης ἀνάγκης, τλῆναι κακὸν ἀκέσασθαι μιάσματι κακῷ· εἰ δὲ καὶ ὑγιέες ἐκ τούτου ἐγένοντο, ἀτρεκὲς οὐδεὶς ἔχει μοι λέγειν· ἄλλη δέ τις γραφὴ ἔφραζεν, ἧπαρ ἀνθρώπου φαγεῖν. ἀλλὰ τάδε μὲν γεγράφθω τοῖσι μέχρι τῶνδε τλήμοσι. Προσαρήγειν δὲ καὶ τῇ διαίτῃ, καὶ ἑκάστοισι τῶν γινομένων, ἢ δι ἄλλων, ἢ δι αὐτοῦ. νῦν δὲ χρὴ οὐδὲν ὑπερορῆν, μηδὲ πρήσσειν τι εἰκῆ, μάλιστα μὲν ἐφ ἑκάστοισι σμικροῖσι πάντως ὠφελεῦν τα· ἢν δὲ μὴ, βλάπτοντα μηδέν. καὶ γὰρ ὁρήματα ὁκόσα μὴ θηητὰ, καὶ ἀκούσματα, καὶ γεύματα, καὶ θυητὰ μυρία ἐλέγχει τὴν νοῦσον. φράζεσθαι ὦν περὶ πάντων μάλα. ὕπνος πολλὸς, παχυτὴς , ἀργίη, ὀμίχλη τῆς αἰσθήσιος· ἀγαθὸν δὲ ξυμμετρίη· κοιλίης ἔκκρισις ἐπὶ τοῖσι ὕπνοισι ἄριστον, μάλιστα πνευμάτων καὶ φλεγμάτων. περίπατοι μακροὶ, εὐθέες, ἀνέλικτοι, εὔπνοοι , ὑπὸ δένδρεσι μὲν μυρσίνης, ἢ δάφνης, ἢ τοῖσι δριμέσι, καὶ εὐώδεσι βοτάνῃσι δὲ, καλαμίνθῃ, γλήχωνι, θύμῳ, ἡδυόσμῳ · μάλιστα μὲν τοῖσι ἀγρίοισι, αὐτομάτοισι· ἢν δὲ μὴ, κἀν ποιητοῖσι· ἐν τοῖσι καὶ αἰῶραι μακραὶ καὶ αἵδε εὐθέες· ὁδοιπορίῃσι καλὸν χρέεσθαι, μὴ παρὰ ποταμὸν εἰς τὸ Ῥεῦμα ἐνορῆν, ῾ ἰλίγγων γὰρ ποιητικὸν Ῥόος,᾿ μηδὲ ἐς κύκλον στρωφώμενον, μηδὲ βέμβικα δινεύμενον. ἀσθενέστερος γὰρ ἑδραῖον ἱστάναι τὸ πνεῦμα· ξυνελίσσεται γὰρ τῷ κύκλῳ. δίνησις δὲ σκοτώματος καὶ τῆς ἐπιληψίης πρόκλησις· ἀπὸ δὲ τῆς αἰώρης, περίπατος ἠρεμαῖος· ἔπειτα ἡ ἡσυχίη, ἐς ἀποκατάστασιν τοῦ ἐν τῇ αἰώρῃ ταράχου · γυμνάσια δὲ ἐπὶ τούτοισι πρὸς χεῖρας, τριβέντων τῶν ἄκρων ἀφ ἡμιτυμβίου λινοῖσι ὠμοῖσι· ἄλειμμα μὴ κάρτα λιπαρόν· τρῖψις ἐν μελλήσει μὲν οὖσα, σκληροτέρη δ ἐς πύκνωσιν · οἰδαλέοι γὰρ καὶ παχέες οἱ πλεῖστοι. μεσηγὺ δὲ ὅλης τῆς τρίψιος κεφαλὴ ὀρθίη τετρίφθω. γυμνάσια τὰ εἰς τὸν αὐχένα καὶ ὤμους· χειρονομίη · πάντα ὁκόσα μοι ἐπὶ σκοτωματικῶν λέλεκται. ἅλις δὲ ἐνθάδε τοῦ ἐκεῖ φόρτου. πλὴν ὁκόσα ὀξύτερα χρὴ τὰ τῶνδε γυμνάσια ἔμμεναι ἐς ἱδρῶτα καὶ θέρμην. τάδε γὰρ πάντα λεπτύνει. ἀτὰρ καὶ ἐν τῷ παντὶ βίῳ χρὴ ὀξυθυμίην ἀόργητον ἐμποιέειν. Τροφαὶ πᾶσαι παχέεσι ὀσπρίοισι, κακόν· σιτώδεις δὲ, ἄρτοι ξηρότεροι, χόνδροι πλυτοὶ, καὶ τὰ ἐκ τῶνδε Ῥοφήματα· τὰ δὲ ἐς ἡδονὴν φάρμακα ταὐτὰ τοῖς πρόσθεν. τῶν δριμέων δὲ νῦν ἔστω πλεῦνα, πεπέριος, ζιγγιβέριος, λιγυστικοῦ . ἐμβάμμα τα δὲ, δι ὄξεος καὶ κυμίνου, καὶ ἡδέα καὶ χρήσιμα. κρεῶν μάλιστα μὲν ἀπείρχθω πάμπαν· εἰ δὲ μή γε, ἐν τῇ θεραπείῃ · ἐς δὲ τὴν ἀνάληψιν ἔστω ὁκόσα κοῦφα ᾖ φύσι, οἱό῀ν τι τὰ πτηνὰ, πλὴν νήσσης· καὶ τῇ πέψι, ὅκως λαγωοὶ, ὑῶν πόδες, τάριχος · καὶ ἐπὶ τοῖσι, δίψος ἀγαθόν. οἴνου ὀλιγοποσίη, λευκοῦ, λεπτοῦ, εὐώδεος, οὐρεομένου · λαχάνων ἑφθῶν, ὁκόσα ἐς δύναμιν δριμέα λεπτῦναι, οὖρα κινῆσαι, ὁκοῖόν τι κράμβη, ἀσπάραγος, κνίδη· ὠμῶν δὲ θριδακίνη ἐφ ὡρ´ᾳ· σίκυος δὲ καὶ πέπων ἀνδρὶ μὲν κρατερῷ περιττὰ, τισὶ δὲ δοτέον μέσφι γεύσιος. κακὸν γὰρ τῶνδε ἡ πληθὺς, ψυχρῶν ἐόντων καὶ ὑγρῶν. σύκου χλωροῦ καὶ σταφυλῆς ἡ χρῆσις ὡραῖος· περίπατοι · ἐπὶ τοῖσι δὲ θυμηδίη ἄλυπος. Ὀργὴ δὲ καὶ λαγνείη, κακόν· καὶ γὰρ τὸ πρῆγμα τῆς νούσου φέρει τὰ σύμβολα. ἀπάτη δέ τις ἔς τε μετεξετέρους ἰατροὺς συνουσίης . ἐπεὶ γὰρ ἡ τῆς φύσιος εἰς ἄνδρα μεταβολὴ ἀγαθόν τι πρήσσει, μετεβιάσαν το τὴν παίδων φύσιν ἀώρῳ ξυνουσίῃ , ὡς θᾶσσον ἀναρρώς οντ ες· ἀγνοέου σι δὲ τῆς φύσιος τὴν αὐτομάτην προθεσμίην, ἐφ ᾗ πάντα γίγνεται τὰ ἄκεα· ἥδε γὰρ ἑκάστῃ ἡλικίῃ συντίκτει τὰ οἰκεῖα ἐν χρόνοις ὡραίοισι. ἐν χρόνῳ γὰρ οἱ πεπασμοὶ σπέρματος, γενείου, πολιῆς. τίς ὦν ἰητρὸς προσαλλάξαι τῆς φύσιος τοῦτο μὲν τὴν ἀρχῆθεν τῶν σπερμάτων μεταβολὴν, τοῦτο δὲ τὴν ἐς ἑκάστου προθεσμίην· ἀλλὰ καὶ προσέκοψαν ἐς τὴν φύσιν τοῦ νοσήματος. οὐκέτι γὰρ ἔγκαιροί τινες ἐάσι τῇ ἀρχῇ τῆς ξυνουσίης, προσινόμενο ἀωρίῃ τοῦ πρήγματος. Βιοτεύειν δὲ χρὴ ἐν χώρῃσι θερμῇσι, ξηρῇσι. ψυχρὸν γὰρ, καὶ ὑγρὸν, ἡ νοῦσος. Χρεὼ βουλῆς ἀμφὶ αἵματος ἀφαιρέσιος ἐν τοῖσι μελαγχολικοῖσι, ἀφ οὗ γίγνεται ἡ νοῦσος, ἀλλὰ καὶ κακοχυμίης , οὐδ ἐπὶ σμικρῷ τῷ πλήθεϊ· ἢν μὲν ὦν ἡλικίης νέης λάβηται καὶ ὡρ´ης ἐαρινῆς, τάμνειν φλέβα τὴν ἐπ ἀγκῶνι τῷ δεξιῷ μέσην, ὅκως ἀπὸ τοῦ ἥπατος εἰή ἐπίκαιρος ἡ Ῥοή. τόδε γὰρ τὸ σπλάγχνον αἵματος αἱ πηγαὶ, χολῆς δὲ ἡ γένεσις, ἄμφω μελαγχολίης ἡ τροφή· τάμνειν δὲ κἢν ἰσχνοὶ ἐώσι, καὶ λείφαιμοι· σμικρὸν δὲ ἀφαιρέειν, ὁκόσον αἴσθοιτο τομῆς ἡ δύναμις · οὐκ ἐλεγχθείη δὲ ἐπὶ τῷ τόνῳ. καὶ γὰρ εἰ παχὺ, καὶ χολῶδες, καὶ πεπηγὸς εἰή τὸ αἷμα, καὶ μέλαν ὅκως ἀμόργη, ἀλλὰ τόδε ἐστὶ τῆς φύσιος ὁ χῶρος καὶ ἡ τροφή. ἢν ὦν τοῦ δέοντος πολλὸν ἀφέλῃς, ἀτροφίῃ ἡ φύσις ἐξίσταται τῆς ἕδρης· ἢν δὲ πολύαιμος ᾖ, τὰ πολλὰ μὲν οὐ κάρτα γίγνεται πονηρόν· τάμνειν δὲ τὴν φλέβα· καὶ μὴ αὐτῆμαρ ὁκόσον χρὴ ἀφαιρέειν, ἀλλ ἐκ διαστάσιος · καὶ αὐτῆμαρ δέ· τὸ δὲ πλῆθος δηλώσουσιν αἱ δυνάμιες. μεσηγὺ δὲ, ἁδροτέρως διαιτᾶν ἐς ἄλλης κενώσιος ὑπομονήν. χρὴ γὰρ καὶ τῷ στομάχῳ ἀρήγειν, καὶ τῷ νοσέοντι καὶ κάμνοντι, τῷδε τῆς μελαίνης χολῆς ἐγκεομένης . ἐπίπροσθεν μιῆς ἡμέρης λεπτῶς διατηθέντι , μέλανος ἐλλεβόρου δοτέον ξὺν μελικρήτῳ, σταθμοῦ ὁκόσον ὁλκὰς δύο. ὑπάγει γὰρ ὅδε μέλαιναν χολήν· ἀτὰρ καὶ τοῦ θύμου τοῦ Ἀττικοῦ ἡ κόμη, καὶ ἥδε ἄγει μέλαιναν χολήν· ἄριστον δὲ ξυμμίσγοντα διδόναι ἑκάστου μέρος ἓν ἐς ὁλκὴνδύο ἀμφοῖν. λούειν τε ἀπὸ τῆς καθάρσιος, καὶ οἴνου βραχὺ διδόναι, καὶ τῆς ἄλλης τῆς ἐν τῇ τροφῇ χάριτος. στομάχου γὰρ τῇ δυνάμει καματηρὸν ἡ κάθαρσις. μεταβαίνειν αὖθις ἐπὶ τὰ μέσα· ἄχρι δὲ προχαλάσαντα ἐπιπλάσματι καὶ τέγξι, σικύην πρὸς τὸ ἧπαρ καὶ τὴν κοιλίην, ἢ τὸ στόμα ταύτης, προσβάλλειν. ἥδε γὰρ ἡ ἀφαίρεσις πολλόντι ἐπικαιροτέρη τῆς φλεβοτομίης· προσβάλλειν δὲ καὶ τοῖσι μεταφρένοισι μεσηγὺ τῶν ὠμοπλατέων · ἐνταῦθα τοῦ στομάχου ἐστὶ ἡ πρόσφυσις. εἶτ αὖθις ἐπανατρέφειν, καὶ ἢν τῇ διαίτῃ βλαστηθῇ ἡ δύναμις, τὴν κεφαλὴν ξυρέειν · ἔπειτα σικύην τῇ κεφαλῇ προσβάλλειν, καὶ γὰρ ἡ πρώτη καὶ μεγίστη τῆς νούσου ἐν τοῖσι νεύροισι αἰτίη. ἀλλ οὐδὲ αἱ αἰσθήσιες ἐάσι ἀσινέες, ἐκεῖθεν γάρ σφεων ἡ ἀπόστασις καὶ ἡ ἀρχή. ξυντρέπονται ὦν καὶ αἵδε, κοινωναὶ οὖσαι τῆς πάθης· μετεξέτεροι δὲ καὶ παραισθάνονται, παραφορῇ τῆς αἰσθήσιος· χρὴ δὲ μάλιστα τῷ στομάχῳ ἀρήγειν, καὶ τοῦδε νοσέοντος, καὶ ἐν τῷδε τῆς μελαίνης χολῆς ἐγκεομένης . πιπίσκειν ὦν χρὴ τοῦ χυλοῦ τοῦ ἀψινθίου ξυνεχῶς, ἀπὸ σμικροῦ τοῦ μεγέθεος ἄχρι κυάθου. κώλυμα γὰρ τόδε χολῆς γενέσιος. ἀγαθὸν δὲ καὶ ἀλόη, ἥδε γὰρ ὑπάγει εἰς τὸ κάτω ἔντερον τὴν χολήν. ἢν μὲν ὦν νεότοκον τὸ πάθος ᾖ, καὶ μὴ πολλὸν ὥνθρωπος ἐκτραπῇ, οὐκ ἄλλης μὲν ἐπὶ τοῖσι ἰήσιος, τῆς δὲ λοιπῆς διαίτης χρέος, ἔς τε ἀνάληψιν τῆς ἕξιος, καὶ ἐς κάθαρσιν ἀκριβέα τοῦ πάθεος, καὶ ἰσχὺν τῆς δυνάμιος, ὡς μὴ παλινδρομέωσι αἱ νοῦσοι· φράσω δὲ αὖθις τὴν ἐν τῇ ἀναλήψι βιοτήν. Ἢν δὲ ἐπὶ τοῖσδε σμικρόν τι ὑποπτώξασα ἡ νοῦσος παλίνορσος ὀφθῇ, μεζόνων ἀκέων χρέος. μὴ ὦν ἀμβολὴ χρόνου γιγνέσθω· ἀλλ ἢν ἐπὶ σχέσι γυναικὸς καταμηνίων , ἢ ἀνδρὸς αἱμορροΐδων Ῥόου, ἡ νοῦσος παρῇ, ἐρεθίζειν τὰ χωρία, προχέειν τι τοῦ ξυνήθεος· ἢν δὲ μέλλῃ καὶ μὴ ἥκῃ, ἄλλῃ πη τοῦ αἵματος μεταρρυέντος, ἐπισπέρχῃ δὲ ἡ νοῦσος, κενώσιας ποιέεσθαι αὐτῷ, ἡγεόμενον ἀπὸ τῶν σφυρῶν. κἢν μὴ ἐς ὅσον χρὴ ἐντεῦθεν ἀφέλῃς, καὶ τὴν ἐπ ἀγκῶνι τάμνειν φλέβα. μεσηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν ἀναθρέψ ιος τὴν ἱερὴν τὸ καθαρτήριον φάρμακον πιπίσκειν · ἔπειτα σικύην τοῖσι μέσοισι προσβάλλειν, τῷ ἥπατι ἐγχρίμπτοντα, πρήσσειν τε τὰ ἔργα ᾗ τάχος ἀνύοντα. σμικροῖσι μὲν γὰρ ἄκεσι οὐ πείθεται. κἢν ἐς τὰ μεγάλα δηθύνῃ, ἐν ἕδρῃ ἵζει ἡ μελαγχολίη · καὶ ἢν πάντη τοῦ σώματος ἐνοικήσῃ, αἰσθήσεσι, γνώμῃ, αἵματι, χολῇ, λάβηται δὲ καὶ νεύρων, αὐτή τε ἐς ἀνήκεστον τρέπεται, ἐντίκτει τε τῷ σκήνεϊ ἑτέρων νοσημάτων τόκους, σπασμοῦ , μανίης, παραλύσιος · κἢν ἐκ μελαγχολίης τάδε γίγνηται, τὰ ἐπιγιγνόμενα ἀνήκεστα. ἐλλεβόρῳ ὦν χρέεσθαι ἐς ἰήσιν τοῦ κακοῦ. ἐπίπροσθεν δὲ τοῦ ἐλλεβόρου χρὴ τόν τε στόμαχον μελετῆσαι ἐξεμέειν, καὶ τὰ ὑγρὰ λεπτῦναι, καὶ τὸ σκῆνος εὔροον ποιέειν· ἔμετοι δὲ τάδε πρήσσουσι, ἄλλοτε μὲν οἱ νήστιες, ἄλλοτε δὲ Ῥαφανῖδες. φράσω δὲ τόν τε τρόπον καὶ τὴν ὕλην· φράσω δὲ καὶ τοῦ ἐλλεβόρου τὰ εἴδεα, καὶ τῆς χρήσιος τοῦς τρόπους, καὶ ὅκως προευκρινῆσαι ἕκαστον χρὴ, καὶ ὅκως ἐν τοῖσι ἐμέτοισι ἀρήγειν. ἄπιστον , ἐπὶ τοῖσδε εἰ μὴ ἐλύθη ἐς τὸ πάμπαν ἡ νοῦσος, ἢ πολλῶν ἐτέων ἔσχε διαλείψιας . τὰ πολλὰ γὰρ τοῦδε ἀπότοκοι μελαγχολίαι· ἢν δὲ ἔμπεδος δε, μὴ ἤδη περιμένειν. χρὴ ὦν τὰ ἐς τὸν ἐλλέβορον ἅπαντα πρήσσειν. ὑγιέας μὲν ὦν ἅπαντας ποιέειν ἀδύνατον τοὺς νοσέοντας· ᾖ γὰρ ἂν ἰητρὸς κρέσσων θεοῦ. ἀπονίην δὲ καὶ διαλείψιας καὶ νούσων ἐπικρύψιας, δρῆν θέμις ἰητρόν. ἢ ὦν ἀπαυδῆν ἐπὶ τοῖσδε καὶ ἀπαρνεῖσθαι, προϊσχομένους τὸ ἄναλθες, ἢ καὶ ἐς τέλος τοῖσι ἔργοισι ὁμιλέειν· διδόναι δὲ καὶ τῆς ἱερῆς τῆς δι ἀλόης ἄλλοτε καὶ ἄλλοτε· καίριον γὰρ φάρμακον τῆς μελαγχολίης τόδε, στομάχου, καὶ ἥπατος, καὶ χολῆς καθάρσιος ἄκος ἐόν· ἀτὰρ καὶ μαλάχης σπέρματος, ὁκόσον ὁλκῆς δραχμὴν, πιπίσκειν ξὺν ὕδατι, ἄριστον πείρῃ τις ἐπιστώσατο. μυρία δὲ τῶν ἁπλῶν φαρμάκων ἄλλα ἄλλοισι ἐῄ χρηστά. Ἐπὶ δὲ τοῖσι πόνοισι τοῖσδε ἐς ἀνάληψιν ἄγειν. μετεξετέροισι γὰρ ἐς μὲν τὸν τῆς ἰητρείης καιρὸν ἡ νοῦσος ἐξ ἕδρης δὲ ἐκινήθη · ἢν δὲ ἐς ἀνάπλασιν σαρκῶν καὶ δυνάμιος ὥνθρωπος ἥκῃ, ξυναπηλάθη πάντα τῆς νούσου τὰ ἴχνια. δύναμις μὲν γὰρ φύσιος ὑγείαν τίκτει, ἀσθένεια δὲ νοῦσον. ἀπίτω ὦν ἐς ἀνάληψιν ὁ νοσέων, πεφυκόσι θερμοῖσι ὕδασι ἐνδιαιτώμενος. καὶ γὰρ τὰ ἐν τοῖσδε φάρμακα ὀνηϊστὰ, ἄσφαλτος, ἢ θεῖον, ἢ στυπτηρίη, πολλὸν πλεῦνες τουτέων ἄλλαι δυνάμιες. ἀγαθὸν μὲν γὰρ ὑγρασίη ἐξ αὐχμοῦ τῆς νούσου καὶ ταλαιπωρίῃ τῆς ἰήσιος· ἀραιαὶ δὲ καὶ μαλθακαὶ σάρκες Ῥηϊσταὶ πρὸς ἄφεσιν τοῦ νοσήματος· ξηραὶ δὲ καὶ πυκναὶ τοῖς μελαγχολῶσι αἱ σάρκες. ἄλειμμα λιπαρὸν ἅμα τρίψιος εὐαφοῦς, πολλῷ τῷ λίπαϊ δέχοντα . . . . . . . . . . . . . . ἄρτοι πλυτοὶ, ξύν τινι γλυκεῖ, σιραίῳ τῷ Κρητικῷ καὶ σκυβελιτῇ τῷ Παμφύλῳ. ἢ οἶνος καὶ μέλιμίξιος παλαιῆς· ὠῶν, καὶ ψυχροτέρων καὶ θερμῶν, τῶν γυμνῶν ἀπὸ τοῦ ὀστρακώ δεος· κρεῶν, τὰ μὴ πίονα καὶ σμηγματώδεα· συῶν μὲν πόδες, καὶ τὰ τῆς κεφαλῆς, πτηνῶν τὰ πτερὰ ἀπίονα· θηρίων, λαγωῶν, δορκάδων, πτωκός· ὀπώρης, ὁκοῖόν τι ἄριστον ᾖ, ἐπὶ τῇ τοῦ στομάχου ἀναφορῇ προμηθέεσθαι πρὸ τῆς τροφῆς, ὅκως μὴ καταποθεὶς ἀνεμῆται. διδόναι ὦν πρὸ πάντων σιτίων μελίκρητον , κυάθου ἥμισυ, καὶ πιόντα ἐξεμέειν ἐς τὴν τοῦ στομάχου κάθαρσιν. ὧδε γάρ σοι ἡ τροφὴ ἑδραίη μένει· φάρμακα δὲ τῶν ἀναγκαίων καθαρτήρια , πίτυος καρπὸς καὶ κνίδης, τῶν σπερμάτων τοῦ κοκκάλου, καὶ πεπέριος, ἀμυγδάλων αἱ πικραὶ, καὶ μέλι ᾖ τῷδε ἡ ξύστασις· ἢν δὲ ξηρῆναι θέλῃς, ἄριστον σμύρνα, καὶ ἴρεως ἡ Ῥίζα, καὶ τὸ διὰ τῶν θηρίων φάρμακον , καὶ ἡ τοῦ Βηστίνου, καὶ Μιθριδάτου , καὶ ἄλλαι μυρίαι· ἐπιθήματα δὲ, ἡ τῶν ἐπιπλασμά των ὕλη, μελίλωτον, καὶ μήκωνες, καὶ τερμίνθου δάκρυον, καὶ ὕσσωπον, καὶ λίπας τὸ ἀπὸ Ῥόδων, ἢ τῆς οἰνάνθης. κηρὸς δὲ τουτέων πάντων πάγος. ἄλειμμα λιπαρόν· αἰῶραι· περίπατοι · ἄλλ ὅσα σαρκῶν τε ἀνάπλασιν ποιέεται καὶ δυνάμιος ἰσχὺν, καὶ τῆς φύσιος ἐς τὸ ἀρχαῖον ἀποκατάστασιν. ὅκως ἐν νηϊ καὶ γαλήνῃ. καὶ γὰρ, εἰ εὐτυχοίη ὁ νοσέων, ἐν θαλάσσῃ γίγνοιτ ἂν αἰώρη καὶ βιοτή. καὶ γάρ τι ξηρὸν ἐς τὰ ἕλκεα ξυνδίδωσι ἅλμη· ἀπὸ δὲ τῆς αἰώρης ἐφησυχάσαν τα χρίεσθαι νῦν λιπαρῷλίπαϊ, ἐπὶ τῇσι τρίψεσι ἐξεχὲς καταιον ούμ ενον . . . . . ἀπ ὀλίγου ἐκ προσαγωγῆς, ἐς κοτύλας πέντε, ἢ ἓξ, ἢ πολλόν τι πλεῖον· ἢν δὲ μὴ, ὁκόσον τις δύνηται · πολλάκι γὰρ τόδε μοῦνον ἀντὶ πάσης τροφῆς ἤρκεσε· γάλα δὲ ἡδὺ μὲν προσάρασθαι· πιεῖν δὲ Ῥήϊστον, στερεὸν θρέψαι, καὶ τροφῆς ἁπάσης ἐκ παιδὸς ξυνηθέστερον· ἰδεῖν δὲ τερπνὸν τῇ χροιῇ· φάρμακον δὲ ἀρτηρίῃ ἄκερχνον, διαπτερῶσαι βρόγχον, ἄγειν φλέγμα, εὔπνοον , ὀλισθηρὸν δὲ τὴν κάτω διέξοδον· ἕλκεσι δὲ φάρμακον γλυκὺ καὶ ἄλλου παντὸς εὐμενές τερον. ἢν μὲν ὦν τις πολλὸν τοῦδε πίνῃ, οὐδεμίης τροφῆς ἄλλης χρέος. ἀγαθὸν γὰρ ἐν νούσῳ ἔνι φάρμακον γάλα τωὐτὸν γίγνεσθαι καὶ τροφήν. καὶ γὰρ ἀνθρώπων τῶν γαλακτο φάγων τὰ ἔθνεα σῖτον οὐκ ἔδει· ἄριστον δὲ ξὺν γάλακτι, καὶ πολτοὶ, καὶ ἰτρία, καὶ χόνδροι πλυτοὶ, καὶ ὁκόσα ἐδεστὰ ἐκ γάλακτος γίγνεται. καὶ τροφῆς ἢν ἑτέρης δέῃ, ἔστω ὁμοίη, πτισάνης ὁ χυλὸς, εὔπεπτος, λιτή· χρὴ δὲ τοσόνδε ἡδύνθαι, ὁκόσον Ῥυμφάνεσθαί ἐστι Ῥηΐστη· ἢν καὶ τῶν ἐς ἡδονήν τι λαμβάνῃ, καὶ τόδε ἔστω φάρμακον, λιγυστι κοῦ κόμην, γλήχωνα, ἡδύοσμον, ἁλῶν βραχὺ, ὄξος, ἢ μέλι. ἢν μὲν στόμαχος ἀπεπτέῃ, τόδε παρέχειν · ἢν δὲ μηδὲν ὅδε προσαναγκάζῃ, πάντων ἐστὶ πτισάνη κρέσσων · ἔξεστι δὲ τὴν πτισάνην ἐς χόνδρον ἀλλάξαι · ἀφυσότερος γὰρ, καὶ εὐπεπτότερος καὶ σμηγματώδης ἢν ὡς πτισάνη πτίσθῃ. ἐν τῇσι ὑγροτέρῃσι ἀναγωγῇσι κύαμος καθαίρει ἕλκεα, ἀλλ ἔστι φυσώδης. πισὸς καὶ ὦχρος, ὁκόσον ἀφυσότερα, τοσόνδε ἑλκέων ἀκαθαρτότερα. ξυντεκμαιρόμενον ὦν πρὸς τὰ παρέοντα, τοῖσδε χρῆσθαι · ὄψα δὲ αὐτέων, ἅσσα καὶ ἐπὶ πτισάνῃ λέλεκται· ὠὰ δὲ ἐκ πυρὸς μὲν ὑδαρέα, θερμά· ἄριστον δὲ ἐκ ζῳών ἀρτίτοκα, πρὶν τὴν ἥπατι ἕλκος ἐοί ὀλέθριον. ἡ χαλεπωτάτη δὲ ἐς τὴν γαστέρα ξύρροια τοῦ πύου, ἢν τὸν στόμαχον ἴσχῃ ὁδὸν ἐς τὴν ἄνω φορήν. τροφὴ γὰρ αἰτίη τοῦ ζῆν· τροφῆς δὲ ἡγεμὼν ὁ στόμαχος· ποτὶ καὶ τὰ φάρμακα ὅδε τοῖσι εἴσω διαφέρει. ἢν ὦν πρὸς ἅπαντα μὲν ὄκνος καταπόσιος ἔλθῃ, θᾶσσον ἐκθανεῖν ἀνάγκη νόσῳ τε καὶ λιμῷ. γνώματα δὲ ἑκάστου χώρου, ὅπη τὸ πῦον τρέψεται, ἕτερα καὶ ἕτερα. ἤν τε δι ἐντέρων ἥκῃ, στρόφοι, γαστὴρ ὑγρὴ, φλέγματα καὶ χολὴ, ἔπειτα ξὺν περιρροῇ αἱμάλωψ, ἢ περίπλυσις ὁκοίη κρεῶν ὠμῶν· ἢν δὲ ἐς κύστιν ἐῄ, βάρος ἐν νεφροῖσι καὶ ὀσφύϊ. τὰ μὲν ὦν πρῶτα πολλὰ καὶ χολοβαφέα· ἔπειτα θολερὰ, ἀνυπόστατα καὶ ἀκατάστατα · ἐπὶ πᾶσι δὲ καὶ ἡ ὑπόστασις λευκὴ παρείη. ἢν δὲ ἐς στόμαχον ἄνω Ῥέπῃ, ναυτίη, ἀποσιτίη, ἔμετοι φλέγματος, ἢ χολῆς, λειποθυμίη , σκοτοδινίη , μέσφι ξυρραγῇ. Μάλιστα μὲν ὦν ἀποτρέπειν τήνδε· πονηρὴ γὰρ ἡ ὁδός. ἢν δὲ τὸ πῦον βιαιότερον Ῥεύσῃ, χρὴ πάντα ποιέειν καὶ τῷ στομάχῳ ἀρήγειν καὶ τροφῇσι, καὶ φαρμάκοισι , καὶ διαίταις, πάντα μειλίχως. φαρμάκοισι ἐς τὴν τοῦ κόλπου Ῥαγήν· βοτάνης τῆς ὑσσώπου ξὺν μελικρή τῳ πιπίσκειν, καὶ πρασίου τῆς κόμης, καὶ τῆσδε ξὺν μελικρή τῳ καὶ χυλῷ τῆς ἀψίνθου. τάδε μέντοι πρὸ τῶν σιτίων πίνειν χρεὼν, ὡς λεπτὰ μὲν τὰ ὑγρὰ γίγνηται, εὔροα δὲ τὰ χωρία, εὔρηκτα δὲ τὰ ἔμπυα σώματα. διδόναι καὶ ὄνου γάλα, λεῖον, ἄχολον, εὔτροφον, ἐς τυρὸν ἀσύστατον, ἥπερ ἐστὶ γάλακτος ἀρετή. προστίθει δὲ καὶ χάριτας πόματος καὶ σίτου. κἢν μικρῷ χείρω τῶν ὠφελεύντων ἐώσι, διδόναι,-- ἔσται γὰρ διέξοδος ναυτιώδεϊ καὶ ἀτέρπεϊ ὑγρῷ·-- μετεξετέρους γὰρ ἡ τοῦ πύου δίοδος βλάψαι. μήπω τι καὶ ἀπόσιτοι ἔσονται · κἤν τι λάβωσι εὐημέες. χρὴ δὲ καὶ ἐπὶ τῇσι ἄλλῃσι ἐκροῇσι παντοίην μελέτην τοῦ στομάχου ποιέεσθαι· ὅδε γὰρ ἡ πάντων φαρμάκων ὁδός· μεμνῆσθαι δὲ καὶ τοῦ ἥπατος χρεὼν, ἔνθα τῶν ἐλκέων ἐστὶ ἡ Ῥίζα. ἢν δὲ ἐς κύστιν ὁρμᾷ, οὐρητικοῖσι ἐξάγειν, ἀσάρου τῆς Ῥίζης, καὶ φοῦ, καὶ ἀδιάντου, καὶ μήου, τῶν ἐμπότων. τάδε μέντοι ξὺν μελικρή τῳ πιπίσκειν · ποικίλον μὲν τὸ Βηστίνου φάρμακον, καὶ τὸ διὰ τῶν φυσαλίδων ἄριστον, ἠδ ὁκόσα διὰ πείρης τισὶ ἐπαινέεται. ἢν δὲ δι ἐντέρων ἄγῃς, τὸ ἀγωγὸν ἔχεις γάλα, μάλιστα μὲν ὄνου, ἢν δὲ μὴ, αἰγὸς, ἢ μήλων. χυλοὶ δὲ ὀλισθηροὶ καὶ σμηγματώδεες, ὁ τῆς πτισάνης · ὄψα, πέπερι, ζιγγίβερι, λιγυστικόν . ἀθρόον δὲ εἰρῆσθαι ἀμφὶ πάσης διαίτης, ἐπὶ πάσῃ συρρήξι, τροφαὶ μὲν εὔχυμοι, εὐστόμαχοι , εὔπεπτοι· ἢ χυλοὶ, ἢ οἱ διὰ γάλακτος πόλτοι, ἄμυλος, ἰτρία ξὺν γάλακτι. Σκίρρου τοῦ ἐπὶ σπληνὶ λύσεις οὐ Ῥήϊσται. ἢν δὲ καὶ ἀπότοκοι τῶνδε νοῦσοι γένωνται, ὕδρωψ ἢ καχεξίη, ὀκέλλει τὸ κακὸν ἐς ἀνήκεστον, . . . . . . . τὸν ἰητρὸν τὸν σκίρρον ἰῆσθαι. χρὴ ὦν ἀποτρέπειν γιγνομένους, καὶ λύειν ἄρτι ἀρχομένους · ἐνίστασθαι δὲ τῇσι φλεγμονῇσι , ἤνπερ οἱ σκίρροι διάδοχον . . . . ἐς διαπνοὴν ἄγωνται . . . . τὴν ἀπόστασιν. τάδε γὰρ φλεγμασίης · ἰητηρίοισι δὲ χρέεσθαι ὁκόσα μοι ἐν τῇσι ὀξείῃσι λέλεκται. ἢν δὲ πάντα σοι πρήσσοντι ἐν φλεγμασίῃ ὁ σκίρρος ἐμμένῃ καὶ πυρὶ ἰκέλοισι χρέο ἐς μάλθαξιν τῆς σκληρίας, τέγξεσι δι ὀξέος καὶ ἐλαίου, καὶ μέλιτος · ἀντὶ δὲ εἰρίων πτύγματα ἔστω ἀπὸ λίνου. ἐμπάσσειν ὧδε τῆς μυροβαλάνου σεσησμένης , ἐπιπλάσμασί τε τοῖσι μαλθακωτάτοισι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION