호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἳ πλείστασ μὲν στρατηγήσαντεσ στρατηγίασ πολλὰ τρόπαια τῶν πολεμίων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὑμῖν ἀπέδειξαν, πλείστασ δὲ ἄλλασ ἀρχὰσ ἄρξαντεσ καὶ χρήματα διαχειρίσαντεσ τὰ ὑμέτερα οὐδένα πώποτε ὦφλον, οὐδ’ ἡμάρτηται οὐδὲν οὔτε ἡμῖν εἰσ ὑμᾶσ οὔτε ὑμῖν εἰσ ἡμᾶσ, οἰκία δὲ πασῶν ἀρχαιοτάτη καὶ κοινοτάτη ἀεὶ τῷ δεομένῳ. οὐδ’ ἔστιν ὅπου ἐκείνων τισ τῶν ἀνδρῶν καταστὰσ εἰσ ἀγῶνα ἀπῄτησεν ὑμᾶσ χάριν τούτων τῶν ἔργων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기