호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ γάρ, ὦ ἄνδρεσ, τὴν μὲν ἔνδειξιν ἐποιήσαντό μου κατὰ νόμον κείμενον, τὴν δὲ κατηγορίαν κατὰ τὸ ψήφισμα τὸ πρότερον γεγενημένον περὶ ἑτέρων. εἰ οὖν ἐμοῦ καταψηφιεῖσθε, ὁρᾶτε μὴ οὐκ ἐμοὶ μάλιστα τῶν πολιτῶν προσήκει λόγον δοῦναι τῶν γεγενημένων, ἀλλὰ πολλοῖσ ἑτέροισ μᾶλλον, τοῦτο μὲν οἷσ ὑμεῖσ ἐναντία μαχεσάμενοι διηλλάγητε καὶ ὁρ́κουσ ὠμόσατε, τοῦτο δὲ οὓσ φεύγοντασ κατηγάγετε, τοῦτο δὲ οὓσ ἀτίμουσ ὄντασ ἐπιτίμουσ ἐποιήσατε· ὧν ἕνεκα καὶ στήλασ ἀνείλετε καὶ νόμουσ ἀκύρουσ ἐποιήσατε καὶ ψηφίσματα ἐξηλείψατε· οἳ νυνὶ μένουσιν ἐν τῇ πόλει πιστεύοντεσ ὑμῖν, ὦ ἄνδρεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기