호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅπου δὲ τούτων τὸ ἐναντιώτατον ἦν, σιωπήσαντι μὲν αὐτῷ τε αἴσχιστα ἀπολέσθαι μηδὲν ἀσεβήσαντι, ἔτι δὲ τὸν πατέρα περιιδεῖν ἀπολόμενον καὶ τὸν κηδεστὴν καὶ τοὺσ συγγενεῖσ καὶ ἀνεψιοὺσ τοσούτουσ, οὓσ οὐδεὶσ ἄλλοσ ἀπώλλυεν ἢ ἐγὼ μὴ εἰπὼν ὡσ ἕτεροι ἥμαρτον. Διοκλείδησ μὲν γὰρ ψευσάμενοσ ἔδησεν αὐτούσ, σωτηρία δὲ αὐτῶν ἄλλη οὐδεμία ἦν ἢ πυθέσθαι Ἀθηναίουσ πάντα τὰ πραχθέντα· φονεὺσ οὖν αὐτῶν ἐγιγνόμην ἐγὼ μὴ εἰπὼν ὑμῖν ἃ ἤκουσα. ἔτι δὲ τριακοσίουσ Ἀθηναίων ἀπώλλυον, καὶ ἡ πόλισ ἐν κακοῖσ τοῖσ μεγίστοισ ἐγίγνετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기