호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ πρῶτον μὲν ἐνθυμηθῆναι ὅτι νῦν ἐγὼ ἥκω οὐδεμιᾶσ μοι ἀνάγκησ οὔσησ παραμεῖναι, οὔτ’ ἐγγυητὰσ καταστήσασ οὔθ’ ὑπὸ δεσμῶν ἀναγκασθείσ, πιστεύσασ δὲ μάλιστα μὲν τῷ δικαίῳ, ἔπειτα δὲ καὶ ὑμῖν, γνώσεσθαι τὰ δίκαια καὶ μὴ περιόψεσθαί με ἀδίκωσ ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν διαφθαρέντα, ἀλλὰ πολὺ μᾶλλον σώσειν δικαίωσ κατά τε τοὺσ νόμουσ τοὺσ ὑμετέρουσ καὶ τοὺσ ὁρ́κουσ οὓσ ὑμεῖσ ὀμόσαντεσ μέλλετε τὴν ψῆφον οἴσειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기