호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν μὲν παρασκευήν, ὦ ἄνδρεσ, καὶ τὴν προθυμίαν τῶν ἐχθρῶν τῶν ἐμῶν, ὥστ’ ἐμὲ κακῶσ ποιεῖν ἐκ παντὸσ τρόπου, καὶ δικαίωσ καὶ ἀδίκωσ, ἐξ ἀρχῆσ ἐπειδὴ τάχιστα ἀφικόμην εἰσ τὴν πόλιν ταυτηνί, σχεδόν τι πάντεσ ἐπίστασθε, καὶ οὐδὲν δεῖ περὶ τούτων πολλοὺσ λόγουσ ποιεῖσθαι· ἐγὼ δέ, ὦ ἄνδρεσ, δεήσομαι ὑμῶν δίκαια καὶ ὑμῖν τε ῥᾴδια χαρίζεσθαι καὶ ἐμοὶ ἄξια πολλοῦ τυχεῖν παρ’ ὑμῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기