- 텍스트

Aeschylus, Eumenides, episode 8:

(아이스킬로스, 에우메니데스, episode 8:)

εὕδοιτ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ·? ἐγὼ δ ὑφ ὑμῶν ὧδ ἀπητιμασμένη ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται, αἰσχρῶς δ ἀλῶμαι: προυννέπω δ ὑμῖν ὅτι ἔχω μεγίστην αἰτίαν κείνων ὕπο: παθοῦσα δ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται, κατασφαγείσης πρὸς χερῶν μητροκτόνων. ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν. εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται, ἐν ἡμέρᾳ δὲ μοῖρ ἀπρόσκοπος βροτῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION