- 텍스트

Aeschylus, Agamemnon, episode 2:

(아이스킬로스, 아가멤논, episode 2:)

τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ ἔχει κλύοντ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.? τὰ δ ἄλλ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω. Ἀγαμέμνονός σέ φημ ἐπόψεσθαι μόρον. εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα. ἀλλ οὔτι παιὼν τῷδ ἐπιστατεῖ λόγῳ. οὔκ, εἴπερ ἔσται γ: ἀλλὰ μὴ γένοιτό πως. σὺ μὲν κατεύχῃ, τοῖς δ ἀποκτείνειν μέλει. τίνος πρὸς ἀνδρὸς τοῦτ ἄγος πορσύνεται· ἦ κάρτα τἄρ ἂν παρεκόπης χρησμῶν ἐμῶν τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν. καὶ μὴν ἄγαν γ Ἕλλην ἐπίσταμαι φάτιν. καὶ γὰρ τὰ πυθόκραντα: δυσμαθῆ δ ὅμως. παπαῖ, οἱο῀ν τὸ πῦρ: ἐπέρχεται δέ μοι. ὀτοτοῖ, Λύκει Ἄπολλον, οἲ ἐγὼ ἐγώ. αὕτη δίπους λέαινα συγκοιμωμένη λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ, κτενεῖ με τὴν τάλαιναν: ὡς δὲ φάρμακον τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον. τί δῆτ ἐμαυτῆς καταγέλωτ ἔχω τάδε, καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη· σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ. ἴτ ἐς φθόρον: πεσόντα γ ὧδ ἀμείβομαι. ἄλλην τιν ἄτης ἀντ ἐμοῦ πλουτίζετε. ἰδοὺ δ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ χρηστηρίαν ἐσθῆτ, ἐποπτεύσας δέ με κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα φίλων ὑπ ἐχθρῶν οὐ διχορρόπως, μάτην - καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην - καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ ἀπήγαγ ἐς τοιάσδε θανασίμους τύχας. βωμοῦ πατρῴου δ ἀντ ἐπίξηνον μένει, θερμῷ κοπείσης φοινίῳ προσφάγματι. οὐ μὴν ἄτιμοί γ ἐκ θεῶν τεθνήξομεν. ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος, μητροκτόνον φίτυμα, ποινάτωρ πατρός: φυγὰς δ ἀλήτης τῆσδε γῆς ἀπόξενος κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις: ὀμώμοται γὰρ ὁρ´κος ἐκ θεῶν μέγας, ἄξειν νιν ὑπτίασμα κειμένου πατρός. τί δῆτ ἐγὼ κάτοικτος ὧδ ἀναστένω· ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν πράξασαν ὡς ἔπραξεν, οἳ δ εἷλον πόλιν οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει, ἰοῦσα πράξω: τλήσομαι τὸ κατθανεῖν. Αἵδου πύλας δὲ τάσδ ἐγὼ προσεννέπω: ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν, ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.?

상위

Agamemnon (아가멤논)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION