- 텍스트

Aeschylus, Agamemnon, episode, anapests 9:

(아이스킬로스, 아가멤논, episode, anapests 9:)

Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ, ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ:? μακρὰν γὰρ ἐξέτεινας: ἀλλ ἐναισίμως αἰνεῖν, παρ ἄλλων χρὴ τόδ ἔρχεσθαι γέρας: καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί, μηδ εἵμασι στρώσας ἐπίφθονον πόρον τίθει: θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών: ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου. λέγω κατ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ. χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων κληδὼν ἀυτεῖ: καὶ τὸ μὴ κακῶς φρονεῖν θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ βίον τελευτήσαντ ἐν εὐεστοῖ φίλῃ. εἰ πάντα δ ὣς πράσσοιμ ἄν, εὐθαρσὴς ἐγώ. καὶ μὴν τόδ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί. γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ ἐμέ. ηὔξω θεοῖς δείσας ἂν ὧδ ἔρδειν τάδε. εἴπερ τις, εἰδώς γ εὖ τόδ ἐξεῖπον τέλος. τί δ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ ἤνυσεν· ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ. μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον. φήμη γε μέντοι δημόθρους μέγα σθένει. ὁ δ ἀφθόνητός γ οὐκ ἐπίζηλος πέλει. οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης. τοῖς δ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει. ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις· πιθοῦ: κράτος μέντοι πάρες γ ἑκὼν ἐμοί.?

상위

Agamemnon (아가멤논)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION