- 텍스트

Aeschylus, Agamemnon, episode, anapests 5:

(아이스킬로스, 아가멤논, episode, anapests 5:)

ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε, οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους λέξαι πρὸς ὑμᾶς:? ἐν χρόνῳ δ ἀποφθίνει τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα μαθοῦς, ἐμαυτῆς δύσφορον λέξω βίον τοσόνδ ὅσον περ οὗτος ἦν ὑπ Ἰλίῳ. τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν, πολλὰς κλύουσαν κληδόνας παλιγκότους: καὶ τὸν μὲν ἥκειν, τὸν δ ἐπεσφέρειν κακοῦ κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις. καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν ἀνὴρ ὅδ, ὡς πρὸς οἶκον ὠχετεύετο φάτις, τέτρηται δικτύου πλέον λέγειν. εἰ δ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι, τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω, χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν, ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι. τοιῶνδ ἕκατι κληδόνων παλιγκότων πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης. ἐκ τῶνδέ τοι παῖς ἐνθάδ οὐ παραστατεῖ, ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων, ὡς χρῆν, Ὀρέστης: μηδὲ θαυμάσῃς τόδε. τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα ἐμοὶ προφωνῶν, τόν θ ὑπ Ἰλίῳ σέθεν κίνδυνον, εἴ τε δημόθρους ἀναρχία βουλὴν καταρρίψειεν, ὥστε σύγγονον βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον. τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.?

상위

Agamemnon (아가멤논)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION