호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς εἰκόνα Τηλέφου τετρωμένου οὗτος ὁ Τευθρανίας πρόμος ἄσχετος, οὗτος ὁ τὸ πρὶν Τήλεφος αἱμάξας φρικτὸν Ἄρη Δαναῶν, Μυσὸν ὅτε πλήθοντα φόνῳ ἐκέρασσε Κάυκον, οὗτος ὁ Πηλιακοῦ δούρατος ἀντίπαλος, νῦν ὀλοὸν μηρῷ κεύθων βάρος, οἱᾶ λιπόπνους τήκεται, ἐμψύχῳ σαρκὶ συνελκόμενος.? οὗ καὶ τειρομένοιο περιπτώσσοντες Ἀχαιοὶ φύρδην Τευθρανίας νεῦνται ἀπ ἠιόνος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기