- 텍스트

Strabo, Geography, book 15, chapter 3 4:

(스트라본, 지리학, book 15, chapter 3 4:)

σχεδὸν δέ τι καὶ ἡ Σουσὶς μέρος γεγένηται τῆς Περσίδος μεταξὺ αὐτῆς κειμένη καὶ τῆς Βαβυλωνίας, ἔχουσα πόλιν ἀξιολογωτάτην τὰ Σοῦσα.? Πολύκλειτος δὲ διακοσίων φησὶ τὸν κύκλον καὶ ἀτείχιστον. οἱ γὰρ Πέρσαι κρατήσαντες Μήδων καὶ ὁ Κῦρος, ὁρῶντες τὴν μὲν οἰκείαν γῆν ἐπ ἐσχάτοις που ταττομένην, τὴν δὲ Σουσίδα ἐνδοτέρω καὶ πλησιαιτέραν τῇ Βαβυλωνίᾳ καὶ τοῖς ἄλλοις ἔθνεσιν, ἐνταῦθα ἔθεντο τὸ τῆς ἡγεμονίας βασίλειον: ἅμα καὶ τὸ ὅμορον τῆς χώρας ἀποδεξάμενοι καὶ τὸ ἀξίωμα τῆς πόλεως καὶ κρεῖττον τὸ μηδέποτε καθ ἑαυτὴν τὴν Σουσίδα πραγμάτων μεγάλων ἐπήβολον γεγονέναι, ἀλλ ἀεὶ ὑφ ἑτέροις ὑπάρξαι καὶ ἐν μέρει τετάχθαι συστήματος μείζονος, πλὴν εἰ ἄρα τὸ παλαιὸν τὸ κατὰ τοὺς ἡρ´ωας. λέγεται γὰρ δὴ κτίσμα Τιθωνοῦ τοῦ Μέμνονος πατρός, κύκλον ἔχουσα ἑκατὸν καὶ εἴκοσι σταδίων, παραμήκης τῷ σχήματι: ἡ δ ἀκρόπολις ἐκαλεῖτο Μεμνόνιον: λέγονται δὲ καὶ Κίσσιοι οἱ Σούσιοι: φησὶ δὲ καὶ Αἰσχύλος τὴν μητέρα Μέμνονος Κισσίαν. ταφῆναι δὲ λέγεται Μέμνων περὶ Πάλτον τῆς Συρίας παρὰ Βαδᾶν ποταμόν, ὡς εἴρηκε Σιμωνίδης ἐν Μέμνονι διθυράμβῳ τῶν Δηλιακῶν. τὸ δὲ τεῖχος ᾠκοδόμητο τῆς πόλεως καὶ ἱερὰ καὶ βασίλεια παραπλησίως ὥσπερ τὰ τῶν Βαβυλωνίων ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου, καθάπερ εἰρήκασί τινες:?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION