- 텍스트

Strabo, Geography, Book 13, chapter 1 115:

(스트라본, 지리학, Book 13, chapter 1 115:)

εἶτ ἐν ἑκατὸν σταδίοις ἡ Κάνη, τὸ ἀνταῖρον ἀκρωτήριον τῷ Λεκτῷ καὶ ποιοῦν τὸν Ἀδραμυττηνὸν κόλπον, οὗ μέρος καὶ ὁ Ἐλαϊτικός ἐστι.? Κάναι δὲ πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου τὰ νοτιώτατα κείμενον ἐν τῇ Καναίᾳ: αὕτη δὲ μέχρι τῶν Ἀργινουσσῶν διήκει καὶ τῆς ὑπερκειμένης ἄκρας, ἣν Αἶγά τινες ὀνομάζουσιν ὁμωνύμως τῷ ζῴῳ. δεῖ δὲ μακρῶς τὴν δευτέραν συλλαβὴν ἐκφέρειν Αἰγάν, ὡς ἀκτὰν καὶ ἀρχάν: οὕτω γὰρ καὶ τὸ ὄρος ὅλον ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάνας λέγουσι. κύκλῳ δὲ περὶ τὸ ὄρος πρὸς νότον μὲν καὶ δύσιν ἡ θάλαττα, πρὸς ἑώ δὲ τὸ Καΐκου πεδίον ὑπόκειται, πρὸς ἄρκτον δὲ ἡ Ἐλαῗτις: αὐτὸ δὲ καθ αὑτὸ ἱκανῶς συνέσταλται, προσνεύει δὲ ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ὅθεν αὐτῷ καὶ τοὔνομα: ὕστερον δὲ αὐτὸ τὸ ἀκρωτήριον Αἰγὰ κεκλῆσθαι, ὡς Σαπφώ φησιν, τὸ δὲ λοιπὸν Κάνη καὶ Κάναι.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION