호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κομψός γ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.? ἐπεὶ δ ἀγῶνα καὶ σὺ τόνδ ἠγωνίσω, ἄκου: ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων. οὐδὲν τυράννου δυσμενέστερον πόλει, ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι κοινοί, κρατεῖ δ εἷς τὸν νόμον κεκτημένος αὐτὸς παρ αὑτῷ: καὶ τόδ οὐκέτ ἔστ ἴσον. γεγραμμένων δὲ τῶν νόμων ὅ τ ἀσθενὴς ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει, ἔστιν δ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις τὸν εὐτυχοῦντα ταὔθ, ὅταν κλύῃ κακῶς, νικᾷ δ ὁ μείων τὸν μέγαν δίκαι ἔχων. τοὐλεύθερον δ ἐκεῖνο: Τίς θέλει πόλει χρηστόν τι βούλευμ ἐς μέσον φέρειν ἔχων· καὶ ταῦθ ὁ χρῄζων λαμπρός ἐσθ, ὁ μὴ θέλων σιγᾷ. τί τούτων ἔστ ἰσαίτερον πόλει· καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός, ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις: ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε, καὶ τοὺς ἀρίστους οὕς τ ἂν ἡγῆται φρονεῖν κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι. πῶς οὖν ἔτ ἂν γένοιτ ἂν ἰσχυρὰ πόλις, ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους· κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις ὡς τῷ τυράννῳ πλείον ἐκμοχθῇ βίον· ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς, τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ, δάκρυα δ ἑτοιμάζουσι· μὴ ζῴην ἔτι, εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται. καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα. ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος· κλαίων γ ἂν ἦλθες, εἴ σε μὴ πεμψεν πόλις, περισσὰ φωνῶν: τὸν γὰρ ἄγγελον χρεὼν λέξανθ ὅς ἂν τάξῃ τις ὡς τάχος πάλιν χωρεῖν. τὸ λοιπὸν δ εἰς ἐμὴν πόλιν Κρέων ἧσσον λάλον σου πεμπέτω τιν ἄγγελον. φεῦ φεῦ: κακοῖσιν ὡς ὅταν δαίμων διδῷ καλῶς, ὑβρίζους ὡς ἀεὶ πράξοντες εὖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기