호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων.? οὐ ψευδόμαντις ἦσθ ἄρ, ἀλλ ἐτήτυμος. καίτοι μ ἐσῄει δεῖμα, μή τινος κλύων ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα. ἀλλ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις. ἰδού, μεθίημ Ἑρμιόνην ἀπὸ σφαγῆς, καὶ λέκτρ ἐπῄνες, ἡνίκ ἂν διδῷ πατήρ. ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ: ζηλῶ δέ σε θεῶν κατοικήσασαν ὄλβιον δόμον. Ὀρέστα, σοὶ δὲ παῖδ ἐγὼ κατεγγυῶ, Φοίβου λέγοντος: εὐγενὴς δ ἀπ εὐγενοῦς γήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ. χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν, νείκας τε διαλύεσθε. πείθεσθαι χρεών. κἀγὼ τοιοῦτος: σπένδομαι δὲ συμφοραῖς, Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기