호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ ἐξελίσσων παῖδα κίονος κύκλῳ, τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς βάλλει πρὸς ἧπαρ:? ὕπτιος δὲ λαΐνους ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον. ὁ δ ἠλάλαξε κἀπεκόμπασεν τάδε: Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι. ἄλλῳ δ ἐπεῖχε τόξ, ὃς ἀμφὶ βωμίαν ἔπτηξε κρηπῖδ ὡς λεληθέναι δοκῶν. φθάνει δ ὁ τλήμων γόνασι προσπεσὼν πατρός, καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών, Ὦ φίλτατ, αὐδᾷ, μή μ ἀποκτείνῃς, πάτερ: σός εἰμι, σὸς παῖς: οὐ τὸν Εὐρυσθέως ὀλεῖς. ὁ δ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων, ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος, μυδροκτύπον μίμημ, ὑπὲρ κάρα βαλὼν ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα, ἔρρηξε δ ὀστᾶ. δεύτερον δὲ παῖδ ἑλών, χωρεῖ τρίτον θῦμ ὡς ἐπισφάξων δυοῖν. ἀλλὰ φθάνει νιν ἡ τάλαιν ἔσω δόμων μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας. ὁ δ ὡς ἐπ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ δάμαρτα καὶ παῖδ ἑνὶ κατέστρωσεν βέλει. κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον: ἀλλ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο, Παλλὰς κραδαίνους ἔγχος ἐπὶ λόφῳ κέαρ , κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους, ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον καθῆκε: πίτνει δ ἐς πέδον, πρὸς κίονα νῶτον πατάξας, ὃς πεσήμασι στέγης διχορραγὴς ἔκειτο κρηπίδων ἔπι. ἡμεῖς δ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων ἀνήπτομεν πρὸς κίον, ὡς λήξας ὕπνου μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις. εὕδει δ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα, παῖδας φονεύσας καὶ δάμαρτ. ἐγὼ μὲν οὖν οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기