- 텍스트

Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 113

(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 113)

σκάρος.? τοῦτον Ἀριστοτέλης φησὶν καρχαρόδοντα εἶναι καὶ μονήρη καὶ σαρκοφάγον ἔχειν τε στόμα μικρὸν καὶ γλῶτταν οὐ λίαν προσπεφυκυῖαν, καρδίαν τρίγωνον, ἧπαρ λευκόν, τρίλοβον, ἔχειν τε χολὴν καὶ σπλῆνα μέλανα, τῶν δὲ βραγχίων τὸ μὲν διπλοῦν, τὸ δὲ ἁπλοῦν. μόνος δὲ καὶ τῶν ἄλλων ἰχθύων μηρυκάζει, χαίρει δὲ τῇ τῶν φυκίων τροφῇ: διὸ καὶ τούτοις θηρεύεται, ἀκμάζει δὲ θέρους. Ἐπίχαρμος δ ἐν Ἥβας γάμῳ φησὶν ἁλιέων, ὁ σπάρους καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς. Σέλευκος δ ὁ Ταρσεὺς ἐν τῷ Ἁλιευτικῷ μόνον φησὶ τῶν ἰχθύων τὸν σκάρον οὐ καθεύδειν ὅθεν οὐδὲ νύκτωρ ποτὲ ἁλῶναι.

τοῦτο δ ἴσως διὰ φόβον αὐτῷ συμβαίνει. Ἀρχέστρατος δ ἐν τῇ Γαστρονομίᾳ: : σκάρον ἐξ Ἐφέσου ζήτει, χειμῶνι δὲ τρίγλας ἔσθι ἐνὶ ψαφαρῇ ληφθέντας Τειχιοέσσῃ Μιλήτου κώμῃ Καρῶν πέλας ἀγκυλοκώλων κἀν. ἄλλῳ δὲ μέρει φησὶν καὶ σκάρον ἐν παράλῳ Καλχηδόνι τὸν μέγαν ὄπτα, πλύνας εὖ: χρηστὸν δὲ καὶ ἐν Βυζαντίῳ ὄψει καὶ μέγεθος κυκλίᾳ ἴσον ἀσπίδι νῶτα φοροῦντα.

τοῦτον ὅλον θεράπευε τρόπον τοιόνδε: λαβών νιν, ἡνίκ ἂν εὖ τυρῷ καὶ ἐλαίῳ πάντα πυκασθῇ, κρίβανον ἐς θερμὸν κρέμασον κἄπειτα κατόπτα. πάσσειν δ ἁλσὶ κυμινοτρίβοις καὶ γλαυκῷ ἐλαίῳ ἐκ χειρὸς κατακρουνίζων θεοδέγμονα πηγήν. Νίκανδρος δ ὁ Θυατειρηνὸς δύο γένη φησὶν εἶναι σκάρων καὶ καλεῖσθαι τὸν μὲν ὀνίαν, τὸν δὲ αἰόλον.?

상위

The Deipnosophists, Book 7

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION