호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πέρκαι.? τούτων μέμνηται Διοκλῆς καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων, παραπλησίας εἶναι λέγων πέρκην, χάνναν, φυκίδα. Ἐπίχαρμος δέ φησι: κομαρίδας τε καὶ κύνας, κέστρας τε πέρκας τ αἰόλας. Νουμήνιος δ ἐν Ἁλιευτικῷ: ἄλλοτε δ αὖ πέρκας, ὁτὲ δὲ στροφάδας παρά πέτρην φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν σκορπίον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기