호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ·? τί δῆτ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ· σιγήσομαι. τί δ ἄλλο· φέρε δή μοι φράσον: συνηγοροῦσιν ἐκ τίνων· ἐξ εὐρυπρώκτων. πείθομαι. τί δαί· τραγῳδοῦς ἐκ τίνων· ἐξ εὐρυπρώκτων. εὖ λέγεις. δημηγοροῦσι δ ἐκ τίνων· ἐξ εὐρυπρώκτων. ἆρα δῆτ ἔγνωκας ὡς οὐδὲν λέγεις· καὶ τῶν θεατῶν ὁπότεροι πλείους σκόπει. καὶ δὴ σκοπῶ. τί δῆθ ὁρᾷς· πολὺ πλείονας νὴ τοὺς θεοὺς τοὺς εὐρυπρώκτους: τουτονὶ γοῦν οἶδ ἐγὼ κἀκεινονὶ καὶ τὸν κομήτην τουτονί. τί δῆτ ἐρεῖς· ἡττήμεθ: ὦ κινούμενοι πρὸς τῶν θεῶν δέξασθέ μου θοἰμάτιον, ὡς ἐξαυτομολῶ πρὸς ὑμᾶς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기