호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑμᾶς ἐρωτῶ, θρέμματ οὐκ ἀνασχετά, ἦ ταῦτ ἄριστα καὶ πόλει σωτήρια, στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ, βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν αὐείν, λακάζειν, σωφρόνων μισήματα·? ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω· μήτ ἐν κακοῖσι μήτ ἐν εὐεστοῖ φίλῃ ξύνοικος εἰήν τῷ γυναικείῳ γένει. κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος, δείσασα δ οἴκῳ καὶ πόλει πλέον κακόν. καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς θεῖσαι διερροθήσατ ἄψυχον κάκην: τὰ τῶν θύραθεν δ ὡς ἄριστ ὀφέλλεται, αὐτοὶ δ ὑπ αὐτῶν ἔνδοθεν πορθούμεθα. τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις. κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται, ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον, ψῆφος κατ αὐτῶν ὀλεθρία βουλεύσεται, λευστῆρα δήμου δ οὔ τι μὴ φύγῃ μόρον. μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω, τἄξωθεν: ἔνδον δ οὖσα μὴ βλάβην τίθει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기