Plato, Laws, book 7 65:

(플라톤, Laws, book 7 65:)

σπουδὴν καὶ βλάβην συμβαίνειν, ὥστε οὐκ ἀποτρέπουσιν ἀλλὰ συνέπονται ὑπείκοντεσ, καὶ οὐ λογίζονται τόδε, ὅτι τούτουσ ἀνάγκη τοὺσ παῖδασ τοὺσ ἐν ταῖσ παιδιαῖσ νεωτερίζοντασ ἑτέρουσ ἄνδρασ τῶν ἔμπροσθεν γενέσθαι παίδων, γενομένουσ δὲ ἄλλουσ, ἄλλον βίον ζητεῖν, ζητήσαντασ δέ, ἑτέρων ἐπιτηδευμάτων καὶ νόμων ἐπιθυμῆσαι, καὶ μετὰ τοῦτο ὡσ ἥξοντοσ τοῦ νυνδὴ λεγομένου μεγίστου κακοῦ πόλεσιν οὐδεὶσ αὐτῶν φοβεῖται.

SEARCH

MENU NAVIGATION