호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὸν κόλπον ἡ Ὀφιώδησ καλουμένη νῆσοσ ἀπὸ τοῦ συμβεβηκότοσ, ἣν ἠλευθέρωσε τῶν ἑρπετῶν ὁ βασιλεύσ, ἅμα καὶ διὰ τὰσ φθορὰσ τῶν προσορμιζομένων ἀνθρώπων τὰσ ἐκ τῶν θηρίων καὶ διὰ τὰ τοπάζια. λίθοσ δέ ἐστι διαφανὴσ χρυσοειδὲσ ἀποστίλβων φέγγοσ, ὅσον μεθ’ ἡμέραν μὲν οὐ ῥᾴδιον ἰδεῖν ἔστι ὑπεραυγεῖται γάρ, νύκτωρ δ’ ὁρῶσιν οἱ συλλέγοντεσ· περικαθάψαντεσ δὲ ἀγγεῖον σημείου χάριν μεθ’ ἡμέραν ἀνορύττουσι· καὶ ἦν σύστημα ἀνθρώπων ἀποδεδειγμένων εἰσ τὴν φυλακὴν τῆσ λιθείασ ταύτησ καὶ τὴν συναγωγήν, σιταρχούμενον ὑπὸ τῶν τῆσ Αἰγύπτου βασιλέων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기