호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ ἄλλο πολέμου θήσομεν οἶμαι γένοσ ἅπαντεσ ᾧ πρὸσ τοὺσ ἐκτόσ τε καὶ ἀλλοφύλουσ χρώμεθα διαφερόμενοι, πολὺ πρᾳότερον ἐκείνου. πῶσ γὰρ οὔ; φέρε δή, ποτέρουσ, καὶ πρὸσ πότερον ἐπαινῶν τὸν πόλεμον, οὕτωσ ὑπερεπῄνεσασ, τοὺσ δὲ ἔψεξασ τῶν ἀνδρῶν; ἐοίκασ μὲν γὰρ πρὸσ τοὺσ ἐκτόσ· εἴρηκασ γοῦν ὧδε ἐν τοῖσ ποιήμασιν, ὡσ οὐδαμῶσ τοὺσ τοιούτουσ ἀνεχόμενοσ, οἳ μὴ τολμήσωσιν μὲν ὁρᾶν φόνον αἱματόεντα,καὶ δηίων ὀρέγοιντ’ ἐγγύθεν ἱστάμενοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기