호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βιασάμενοι δὲ ὅμωσ τὴν ὕλην ἀφικόμεθα ἐσ τὸ ὕδωρ, καὶ πάλιν ὁμοίωσ καθέντεσ ^ τὴν ναῦν ἐπλέομεν διὰ καθαροῦ καὶ διαυγοῦσ ὕδατοσ, ἄχρι δὴ ἐπέστημεν χάσματι μεγάλῳ ἐκ τοῦ ὕδατοσ διεστῶτοσ γεγενημένῳ, καθάπερ ἐν τῇ γῇ πολλάκισ ὁρῶμεν ὑπὸ σεισμῶν γενόμενα διαχωρίσματα. ἡ μὲν οὖν ναῦσ καθελόντων ἡμῶν τὰ ἱστία οὐ ῥᾳδίωσ ἔστη παρ’ ὀλίγον ἐλθοῦσα κατενεχθῆναι, ὑπερκύψαντεσ δὲ ἡμεῖσ ἑωρῶμεν βάθοσ ὅσον σταδίων χιλίων μάλα φοβερὸν καὶ παράδοξον εἱστήκει γὰρ τὸ ὕδωρ ὥσπερ μεμερισμένον περιβλέποντεσ δὲ ὁρῶμεν κατὰ δεξιὰ οὐ πάνυ πόρρωθεν γέφυραν ἐπεζευγμένην ὕδατοσ συνάπτοντοσ τὰ πελάγη κατὰ τὴν ἐπιφάνειαν, ἐκ τῆσ ἑτέρασ θαλάττησ εἰσ τὴν ἑτέραν διαρρέοντοσ. προσελάσαντεσ οὖν ταῖσ κώπαισ κατ’ ἐκεῖνο παρεδράμομεν καὶ μετὰ πολλῆσ ἀγωνίασ ἐπεράσαμεν οὔποτε προσδοκήσαντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기