호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ καὶ Δαρεῖοσ τῶν τε χρημάτων τὰ πολλὰ καὶ ὅσα ἄλλα μεγάλῳ βασιλεῖ ἐσ πολυτελῆ δίαιταν καὶ στρατευομένῳ ὅμωσ συνέπεται πεπόμφει ἐσ Δαμασκόν, ὥστε ἐν τῷ στρατεύματι οὐ πλείονα ἢ τρισχίλια τάλαντα ἑάλω. ἀλλὰ καὶ τὰ ἐν Δαμασκῷ χρήματα ὀλίγον ὕστερον ἑάλω ὑπὸ Παρμενίωνοσ ἐπ̓ αὐτὸ τοῦτο σταλέντοσ. τοῦτο τὸ τέλοσ τῇ μάχῃ ἐκείνῃ ἐγένετο ἐπὶ ἄρχοντοσ Ἀθηναίοισ Νικοκράτουσ μηνὸσ Μαιμακτηρῶνοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기