호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐπικτήτου. Διὰ τοῦτο ἐπαινεῖν Ἀγριππῖνον δίκαιον, ὅτι πλείστου ἄξιοσ ἀνὴρ γενόμενοσ οὐδεπώποτε ἐπῄνεσεν ἑαυτόν, ἀλλ’ εἰ καὶ ἄλλοσ τισ αὐτὸν ἐπῄνει, ἠρυθρία. οὗ τοσ δ’, ἔφη, ὁ ἀνὴρ τοιοῦτοσ ἦν, ὥστε τοῦ συμβαίνοντοσ ἀεὶ ἑαυτῷ δυσκόλου ἔπαινον γράφειν· εἰ μὲν πυρέττοι, πυρετοῦ· εἰ δὲ ἀδοξοῖ, ἀδοξίασ· εἰ δὲ φεύγοι, φυγῆσ. καί ποτε μέλλοντι, ἔφη, αὐτῷ ἀριστήσειν ἐπέστη ὁ λέγων, ὅτι φεύγειν αὐτὸν κελεύει Νέρων, καὶ ὃσ [ἔφη] "οὐκοῦν", εἶπεν, "ἐν Ἀρικίᾳ ἀριστήσομεν".

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기