호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτον δὲ εἰσ τὰ τῶν πολεμικῶν θεῶν ἱερά, ὧν ἄν τισ βούληται, γράψαντα ἀναθεῖναι μαρτύριον εἰσ τὴν τῶν ἀριστείων κρίσιν παντὸσ τοῦ βίου καὶ τὴν τῶν δευτέρων καὶ τρίτων. ἐὰν δὲ στρατεύσηται μέν τισ, μὴ ἀπαγαγόντων δὲ τῶν ἀρχόντων οἴκαδε προαπέλθῃ τοῦ χρόνου, λιποταξίου τούτων εἶναι γραφὰσ ἐν τοῖσ αὐτοῖσ οἷσ περὶ τῆσ ἀστρατείασ, ὀφλοῦσίν τε τιμωρίαι ἐπέστωσαν αἵπερ καὶ πρόσθεν ἐτέθησαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기