호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν ἔχει ταύτῃ λόγον· ἡμεῖσ δέ γε οὐχ ὅτι μὴ δεῖ ταῖσ Μούσαισ ἡμῶν προσχρῆσθαι τοὺσ ἤδη τριακοντούτασ καὶ τῶν πεντήκοντα πέραν γεγονότασ σκοπούμεθα, ἀλλ’ ὅτι ποτὲ δεῖ. τόδε μὲν οὖν ἐκ τούτων ὁ λόγοσ ἡμῖν δοκεῖ μοι σημαίνειν ἤδη, τῆσ γε χορικῆσ Μούσησ ὅτι πεπαιδεῦσθαι δεῖ βέλτιον τοὺσ πεντηκοντούτασ ὅσοισπερ ἂν ᾄδειν προσήκῃ. τῶν γὰρ ῥυθμῶν καὶ τῶν ἁρμονιῶν ἀναγκαῖον αὐτοῖσ ἐστιν εὐαισθήτωσ ἔχειν καὶ γιγνώσκειν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기