호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὑμεῖσ πρόσωπόν τε ποιησάμενοι ὡσ οἱο͂́ν τε κάλλιστον καὶ τἆλλα πάντα τὰ ἀκόλουθα, καὶ κόσμον πολὺν καὶ πολυτελῆ τῇ θεῷ παρασκευάσαντεσ, καὶ θεωρίαν καὶ θυσίαν πολλῶν χρημάτων ἀποστείλαντεσ, ἐπεκοσμήσατε τὸ ἕδοσ τῆσ Διώνησ ἀξίωσ καὶ ὑμῶν αὐτῶν καὶ τῆσ θεοῦ. ὑπὲρ τούτων ὑμῖν τὰ ἐγκλήματα ἦλθε παρ’ Ὀλυμπιάδοσ ἐν ταῖσ ἐπιστολαῖσ, ὡσ ἡ χώρα εἰή ἡ Μολοττία αὑτῆσ, ἐν ᾗ τὸ ἱερόν ἐστιν· οὔκουν προσήκειν ἡμᾶσ τῶν ἐκεῖ οὐδὲ ἓν κινεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기