호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὰ περὶ θεοὺσ τὰ περὶ κατάλυσιν τῆσ πολιτείασ. ὃσ ἂν ἄγων εἰσ ἀρχὴν ἀνθρώπων δουλῶται μὲν τοὺσ νόμουσ, ἑταιρίασ δὲ τὴν πόλιν ὑπήκοον ποιῇ, καὶ βιαίωσ δὴ πᾶν τοῦτο πράττων καὶ στάσιν ἐγείρων παρανομῇ, τοῦτον δὴ διανοεῖσθαι δεῖ πάντων πολεμιώτατον ὅλῃ τῇ πόλει· τὸν δὲ κοινωνοῦντα μὲν τῶν τοιούτων μηδενί, τῶν μεγίστων δὲ μετέχοντα ἀρχῶν ἐν τῇ πόλει, λεληθότα τε ταῦτα αὐτόν, ἢ μὴ λεληθότα, δειλίᾳ δ’, ὑπὲρ πατρίδοσ αὑτοῦ μὴ τιμωρούμενον, δεῖ δεύτερον ἡγεῖσθαι τὸν τοιοῦτον πολίτην κάκῃ. πᾶσ δὲ ἀνήρ, οὗ καὶ σμικρὸν ὄφελοσ, ἐνδεικνύτω ταῖσ ἀρχαῖσ εἰσ κρίσιν ἄγων τὸν ἐπιβουλεύοντα βιαίου πολιτείασ μεταστάσεωσ ἅμα καὶ παρανόμου·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기