호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κλεομένησ προσπορευομένησ τε τῆσ νουμηνίασ καὶ δέον τοῖσ στρατιώταισ σιταρχίαν δοῦναι, κατέπλευσεν ἐξεπίτηδεσ· προπορευομένου δὲ τοῦ μηνὸσ ἀναπλεύσασ διέδωκε τὴν σιταρχίαν, εἶτα τοῦ εἰσιόντοσ μηνὸσ διέλιπεν ἑώσ τῆσ νουμηνίασ. οἱ μὲν οὖν στρατιῶται διὰ τὸ νεωστὶ εἰληφέναι τὴν σιταρχίαν ἡσυχίαν εἶχον, ἐκεῖνοσ δὲ παραλλάξασ ἕνα μῆνα παρὰ τὸν ἐνιαυτὸν ἀφῄρει μισθὸν ἀεὶ μηνόσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기