Plato, Cratylus, Theaetetus, Sophist, Statesman, Πολιτικός 77:

(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, Πολιτικός 77:)

ὅθεν αὐτῷ μεταβολῆσ ἀμοίρῳ γίγνεσθαι διὰ παντὸσ ἀδύνατον, κατὰ δύναμίν γε μὴν ὅτι μάλιστα ἐν τῷ αὐτῷ κατὰ ταὐτὰ μίαν φορὰν κινεῖται· διὸ τὴν ἀνακύκλησιν εἴληχεν, ὅτι σμικροτάτην τῆσ αὑτοῦ κινήσεωσ παράλλαξιν. αὐτὸ δὲ ἑαυτὸ στρέφειν ἀεὶ σχεδὸν οὐδενὶ δυνατὸν πλὴν τῷ τῶν κινουμένων αὖ πάντων ἡγουμένῳ· κινεῖν δὲ τούτῳ τοτὲ μὲν ἄλλωσ, αὖθισ δὲ ἐναντίωσ οὐ θέμισ.

SEARCH

MENU NAVIGATION