호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν οὖν περὶ τῶν νομοφυλάκων ταῦτα εἰρήσθω προστάγματα τρία, προϊόντων δὲ εἰσ τοὔμπροσθε τῶν νόμων ἕκαστοσ προστάξει τούτοισ τοῖσ ἀνδράσιν ὧντινων αὐτοὺσ δεῖ πρὸσ τοῖσ νῦν εἰρημένοισ προσεπιμελεῖσθαι· νῦν δ’ ἑξῆσ ἄλλων ἀρχῶν αἱρέσεωσ πέρι λέγοιμεν ἄν. δεῖ γὰρ δὴ τὰ μετὰ ταῦτα στρατηγοὺσ αἱρεῖσθαι, καὶ τούτοισ εἰσ τὸν πόλεμον οἱο͂́ν τινασ ὑπηρεσίασ ἱππάρχουσ καὶ φυλάρχουσ καὶ τῶν πεζῶν φυλῶν κοσμητὰσ τῶν τάξεων, οἷσ πρέπον ἂν εἰή τοῦτ’ αὐτὸ τοὔνομα μάλιστα, οἱο͂ν καὶ οἱ πολλοὶ ταξιάρχουσ αὐτοὺσ ἐπονομάζουσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기