호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"σελάχη, φησί, βοῦσ, τρυγών, νάρκη, βατίσ, βάτραχοσ, βούγλωττοσ, ψῆττα, μῦσ. Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων γράφει· "τῶν δὲ πλατέων βούγλωττον, ψῆτταν, ἔσχαρον, ὃν καλοῦσι καὶ κόριν. βουγλώσσουσ δ’ ὀνομάζει καὶ Ἐπίχαρμοσ ἐν Ἥβασ γάμῳ ὑαινίδεσ τε βούγλωσσοί τε καὶ κίθαροσ. Λυγκεὺσ δ’ ὁ Σάμιοσ ἐν ἐπιστολαῖσ τὰσ καλλίστασ γίνεσθαί φησι ψήττασ περὶ Ἐλευσῖνα τῆσ Ἀττικῆσ. Ἀρχέστρατοσ δέ φησιν εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν βούγλωσσον, ταύτην δὲ θέρευσ, περὶ Χαλκίδα κεδνήν. Ῥωμαῖοι δὲ καλοῦσι τὴν ψῆτταν ῥόμβον, καί ἐστι τὸ ὄνομα Ἑλληνικόν. Ναυσικράτησ ἐν Ναυκλήροισ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기