호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μουσικῆσ δὲ τὸ μετὰ τοῦτο καὶ γυμναστικῆσ ἄρχοντασ καθίστασθαι πρέπον ἂν εἰή, διττοὺσ ἑκατέρων, τοὺσ μὲν παιδείασ αὐτῶν ἕνεκα, τοὺσ δὲ ἀγωνιστικῆσ. παιδείασ μὲν βούλεται λέγειν ὁ νόμοσ γυμνασίων καὶ διδασκαλείων ἐπιμελητὰσ κόσμου καὶ παιδεύσεωσ ἅμα καὶ τῆσ περὶ ταῦτα ἐπιμελείασ τῶν φοιτήσεών τε πέρι καὶ οἰκήσεων ἀρρένων καὶ θηλειῶν κορῶν, ἀγωνίασ δέ, ἔν τε τοῖσ γυμνικοῖσ καὶ περὶ τὴν μουσικὴν ἀθλοθέτασ ἀθληταῖσ, διττοὺσ αὖ τούτουσ, περὶ μουσικὴν μὲν ἑτέρουσ, περὶ ἀγωνίαν δ’ ἄλλουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기