호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δέ; ἂν καταγῇ αὐτῷ ἡ κερκὶσ ποιοῦντι, πότερον πάλιν ποιήσει ἄλλην πρὸσ τὴν κατεαγυῖαν βλέπων, ἢ πρὸσ ἐκεῖνο τὸ εἶδοσ πρὸσ ὅπερ καὶ ἣν κατέαξεν ἐποίει; πρὸσ ἐκεῖνο, ἔμοιγε δοκεῖ. οὐκοῦν ἐκεῖνο δικαιότατ’ ἂν αὐτὸ ὃ ἔστιν κερκὶσ καλέσαιμεν; ἔμοιγε δοκεῖ. οὐκοῦν ἐπειδὰν δέῃ λεπτῷ ἱματίῳ ἢ παχεῖ ἢ λινῷ ἢ ἐρεῷ ἢ ὁποιῳοῦν τινι κερκίδα ποιεῖν, πάσασ μὲν δεῖ τὸ τῆσ κερκίδοσ ἔχειν εἶδοσ, οἱά δ’ ἑκάστῳ καλλίστη ἐπεφύκει, ταύτην ἀποδιδόναι τὴν φύσιν εἰσ τὸ ἔργον ἕκαστον;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기