호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολὺ δ’ ἂν πλείων εἰή λόγοσ, εἰ τοὺσ ἀρχηγέτασ τοῦ κτίσματοσ ἐξετάζοι τισ ἀρξάμενοσ ἀπὸ Κέκροποσ· οὐδὲ γὰρ ὁμοίωσ λέγουσιν ἅπαντεσ. τοῦτο δὲ καὶ ἀπὸ τῶν ὀνομάτων δῆλον· Ἀκτὴν μὲν γὰρ ἀπὸ Ἀκταίωνοσ φασίν, Ἀτθίδα δὲ καὶ Ἀττικὴν ἀπὸ Ἀτθίδοσ τῆσ Κραναοῦ, ἀφ’ οὗ καὶ Κραναοὶ οἱ ἔνοικοι, Μοψοπίαν δὲ ἀπὸ Μοψόπου, Ιὠνίαν δὲ ἀπὸ Ιὤνοσ τοῦ Ξούθου, Ποσειδωνίαν δὲ καὶ Ἀθήνασ ἀπὸ τῶν ἐπωνύμων θεῶν. εἴρηται δ’ ὅτι κἀνταῦθα φαίνεται τὸ τῶν Πελασγῶν ἔθνοσ ἐπιδημῆσαν, καὶ διότι ὑπὸ τῶν Ἀττικῶν Πελαργοὶ προσηγορεύθησαν διὰ τὴν πλάνην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기