호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίνα δὴ συμβουλεύεισ αὐτοῖσ τίθεσθαι νόμον, ἐὰν ὁ νῦν τιθέμενοσ αὐτοὺσ ἐκφύγῃ; δῆλον ὅτι τὸν ἐχόμενον τούτου δεύτερον, ὦ Κλεινία. τίνα λέγεισ; ἀγύμναστον ὅτι μάλιστα ποιεῖν τὴν τῶν ἡδονῶν ῥώμην ἦν, τὴν ἐπίχυσιν καὶ τροφὴν αὐτῆσ διὰ πόνων ἄλλοσε τρέποντα τοῦ σώματοσ. εἰή δ’ ἂν τοῦτο, εἰ ἀναίδεια μὴ ἐνείη τῇ τῶν ἀφροδισίων χρήσει· σπανίῳ γὰρ αὖ τῷ τοιούτῳ δι’ αἰσχύνην χρώμενοι, ἀσθενεστέραν ἂν αὐτὴν δέσποιναν κτῷντο ὀλιγάκισ χρώμενοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기