호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔχουσι δὲ κἂν εἰ μὴ πάντεσ οἵ γε πολλοὶ μυθοποιίασ συχνὰσ καὶ ἱστορίασ· καθάπερ Ἄφιδνα μὲν τὴν τῆσ Ἑλένησ ἁρπαγὴν ὑπὸ Θησέωσ καὶ τὴν ὑπὸ τῶν Διοσκούρων ἐκπόρθησιν αὐτῆσ καὶ ἀνακομιδὴν τῆσ ἀδελφῆσ, Μαραθὼν δὲ τὸν Περσικὸν ἀγῶνα, Ῥαμνοῦσ δὲ τὸ τῆσ Νεμέσεωσ ξόανον, ὅ τινεσ μὲν Διοδότου φασὶν ἔργον τινὲσ δὲ Ἀγορακρίτου τοῦ Παρίου, καὶ μεγέθει καὶ κάλλει σφόδρα κατωρθωμένον καὶ ἐνάμιλλον τοῖσ Φειδίου ἔργοισ. οὕτω δὲ καὶ Δεκέλεια μὲν τὸ ὁρμητήριον τῶν Πελοποννησίων κατὰ τὸν Δεκελεικὸν πόλεμον, Φυλὴ δὲ ὅθεν ἐπήγαγε τὸν δῆμον Θρασύβουλοσ εἰσ Πειραιᾶ κἀκεῖθεν εἰσ ἄστυ. οὕτω δὲ καὶ ἐπ’ ἄλλων πλειόνων ἔστιν ἱστορεῖν πολλά· καὶ ἔτι τὸ Λεωκόριον καὶ τὸ Θησεῖον μύθουσ ἔχει, καὶ τὸ Λύκειον καὶ τὸ Ὀλυμπικὸν . . . ὸ τὸ Ὀλύμπιον, ὅπερ ἡμιτελὲσ κατέλιπε τελευτῶν ὁ ἀναθεὶσ βασιλεύσ· ὁμοίωσ δὲ καὶ ἡ Ἀκαδημία καὶ οἱ κῆποι τῶν φιλοσόφων καὶ τὸ Ωἰδεῖον καὶ ἡ ποικίλη στοὰ καὶ τὰ ἱερὰ τὰ ἐν τῇ πόλει πλεῖστα ἔχοντα τεχνιτῶν ἔργα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기