호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σπείρειν οὖν παράφοροσ ἅμα καὶ κακὸσ ὁ μεθύων, ὥστ’ ἀνώμαλα καὶ ἄπιστα καὶ οὐδὲν εὐθύπορον ἦθοσ οὐδὲ σῶμα ἐκ τῶν εἰκότων γεννῴη ποτ’ ἄν. διὸ μᾶλλον μὲν ὅλον τὸν ἐνιαυτὸν καὶ βίον χρή, μάλιστα δὲ ὁπόσον ἂν γεννᾷ χρόνον, εὐλαβεῖσθαι καὶ μὴ πράττειν μήτε ὅσα νοσώδη ἑκόντα εἶναι μήτε ὅσα ὕβρεωσ ἢ ἀδικίασ ἐχόμενα ‐ εἰσ γὰρ τὰσ τῶν γεννωμένων ψυχὰσ καὶ σώματα ἀναγκαῖον ἐξομοργνύμενον ἐκτυποῦσθαι καὶ τίκτειν πάντῃ φαυλότερα ‐ διαφερόντωσ δὲ ἐκείνην τὴν ἡμέραν καὶ νύκτα ἀπέχεσθαι τῶν περὶ τὰ τοιαῦτα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기