Plato, Laws, book 7 20:

(플라톤, Laws, book 7 20:)

καὶ ταῦτα, ὡσ διὰ βραχέων γε οὕτωσ εἰπεῖν, πιθανὸν λόγον ἔχει τινά. πάνυ μὲν οὖν. εἰ δέ γε οὕτωσ τοιαύτην τινὰ δύναμιν ἔχει ταῦτα, ἐννοεῖν χρὴ τόδε παρ’ αὑτοῖσ, ὡσ ἅπασα ψυχὴ δείμασιν συνοῦσα ἐκ νέων μᾶλλον ἂν διὰ φόβων ἐθίζοιτο γίγνεσθαι· τοῦτο δέ που πᾶσ ἂν φαίη δειλίασ ἄσκησιν ἀλλ’ οὐκ ἀνδρείασ γίγνεσθαι. πῶσ γὰρ οὔ; τὸ δέ γε ἐναντίον ἀνδρείασ ἂν φαῖμεν ἐκ νέων εὐθὺσ ἐπιτήδευμα εἶναι, τὸ νικᾶν τὰ προσπίπτονθ’ ἡμῖν δείματά τε καὶ φόβουσ.

SEARCH

MENU NAVIGATION