호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σώματα δὲ κάλλιστα, οἰόμαι, τό γε ἁπλούστατον, ὡσ ὀρθότατα δεῖ νέων ὄντων εὐθὺσ φύεσθαι τῶν παίδων. πάνυ μὲν οὖν. τί δέ; τόδε οὐκ ἐννοοῦμεν, ὡσ ἡ πρώτη βλάστη παντὸσ ζῴου πολὺ μεγίστη καὶ πλείστη φύεται, ὥστε καὶ ἔριν πολλοῖσ παρέσχηκεν μὴ γίγνεσθαι τά γ’ ἀνθρώπινα μήκη διπλάσια ἀπὸ πέντε ἐτῶν ἐν τοῖσ λοιποῖσ εἴκοσιν ἔτεσιν αὐξανόμενα; ἀληθῆ. τί οὖν; πολλὴ αὔξη ὅταν ἐπιρρέῃ πόνων χωρὶσ πολλῶν καὶ συμμέτρων, οὐκ ἴσμεν ὅτι μυρία κακὰ ἐν τοῖσ σώμασιν ἀποτελεῖ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기